Μέγαρα
Μέγαρα, town of Megara
- to Megara, Ar. Ach. 524.
- 1τίν γε μὲν ἀεθλοφόρου λήματος ἕνεκεν Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος N. 3.84
- Megara, Hdt., etc.
-
…οἶμαι ἠσθένει. ξένοι δέ τινες παρῆσαν ; ναί, Σιμμίας τέ γε ὁ Θηβαῖος καὶ Κέβης καὶ Φαιδώνδης καὶ Μεγαρόθεν Εὐκλείδης τε καὶ Τερψίων. τί δέ ; Ἀρίστιππος καὶ Κλεόμβροτος παρεγένοντο ; οὐ δῆτα · ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο…
Plato, Phaedo
-
…, σχεδόν τι δῆλον · αὐτὸς δὲ πρῶτον μὲν ἐὰν εἰς τῶν ἐγγύτατά τινα πόλεων ἔλθῃς, ἢ Θήβαζε ἢ Μέγαράδε εὐνομοῦνται γὰρ ἀμφότεραι πολέμιος ἥξεις, ὦ Σώκρατες, τῇ τούτων πολιτείᾳ, καὶ ὅσοιπερ κήδονται τῶν αὑτῶν πόλεων ὑποβλέψονταί…
Plato, Crito
-
…ὅτι Ἐρατοσθένης αὐτὸν ἐν τῇ ὁδῷ λαβὼν εἰς τὸ δεσμωτήριον ἀπαγάγοι. καὶ ἐγὼ τοιαῦτα πεπυσμένος τῆς ἐπιούσης νυκτὸς διέπλευσα Μέγαράδε. Πολεμάρχῳ δὲ παρήγγειλαν οἱ τριάκοντα τοὐπʼ ἐκείνων εἰθισμένον παράγγελμα, πίνειν κώνειον, πρὶν τὴν αἰτίαν εἰπεῖν διʼ ἥντινα…
Lysias, Speeches
-
…, καταδείσαντες τὸν κίνδυνον καί τις καὶ ἄνεμος αὐτοὺς λέγεται κωλῦσαι, ἐπὶ δὲ τῆς Σαλαμῖνος τὸ ἀκρωτήριον τὸ πρὸς Μέγαρα ὁρῶν · καὶ φρούριον ἐπʼ αὐτοῦ ἦν καὶ νεῶν τριῶν φυλακὴ τοῦ μὴ ἐσπλεῖν Μεγαρεῦσι μηδὲ ἐκπλεῖν μηδέν. τῷ…
Thucydides, The Peloponnesian War
-
…· ἔστι γὰρ ὅτι καὶ αἱ νῆες αὐτοὺς διὰ χρόνου καθελκυσθεῖσαι καὶ οὐδὲν στέγουσαι ἐφόβουν. ἀφικόμενοι δὲ ἐς τὰ Μέγαρα πάλιν ἐπὶ τῆς Κορίνθου ἀπεχώρησαν πεζῇ · οἱ δʼ Ἀθηναῖοι οὐκέτι καταλαβόντες πρὸς τῇ Σαλαμῖνι ἀπέπλευσαν καὶ αὐτοί, καὶ…
Thucydides, The Peloponnesian War
-
…ταῖς ἑκατὸν ναυσίν ἔτυχον γὰρ ἤδη ἐν Αἰγίνῃ ὄντες ἐπʼ οἴκου ἀνακομιζόμενοι ὡς ᾔσθοντο τοὺς ἐκ τῆς πόλεως πανστρατιᾷ ἐν Μεγάροις ὄντας, ἔπλευσαν παρʼ αὐτοὺς καὶ ξυνεμείχθησαν. στρατόπεδόν τε μέγιστον δὴ τοῦτο ἁθρόον Ἀθηναίων ἐγένετο, ἀκμαζούσης ἔτι τῆς…
Thucydides, The Peloponnesian War
-
…τὸν Ῥαμφίου πρόξενον ὄντα Βυζαντίων πέμψαι εἰς Καλχηδόνα τε καὶ Βυζάντιον. δόξαντος δὲ τούτου, πληρωθεισῶν νεῶν ἔκ τε Μεγάρων καὶ παρὰ τῶν ἄλλων συμμάχων πεντεκαίδεκα στρατιωτίδων μᾶλλον ἢ ταχειῶν ᾤχετο. καὶ αὐτοῦ τῶν νεῶν τρεῖς ἀπόλλυνται ἐν τῷ…
Xenophon, Hellenica
-
…βάλλῃ μηδὲ τοξεύῃ. τίσιν οὖν ὑμεῖς κινδυνεύσαιτʼ ἄν, εἴ τι γένοιτο ; τῷ τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι, τῷ Μεγάρων καὶ τῆς Εὐβοίας τὸν πολεμοῦνθʼ ὑμῖν γενέσθαι κύριον, τῷ Πελοποννησίους τἀκείνου φρονῆσαι. εἶτα τὸν τοῦτο τὸ μηχάνημʼ ἐπὶ…
Demosthenes, Speeches
-
…φανερόν ἐστιν ὅτι οὐδεὶς οὕτω διάκειται οὔτε τῶν ἄλλων οὔτε τῶν λεγόντων τὸν λόγον τοῦτον. διὰ τί γὰρ βαδίζει Μέγαράδε ἀλλʼ οὐχ ἡσυχάζει, οἰόμενος βαδίζειν δεῖν ; οὐδʼ εὐθέως ἕωθεν πορεύεται εἰς φρέαρ ἢ εἰς φάραγγα, ἐὰν τύχῃ…
Aristotle, Metaphysics
-
…γὰρ οὐ πολεμεῖν, ἐγὼ δὲ τοσούτου δέω ταῦτα ποιοῦντʼ ἐκεῖνον ἄγειν ὁμολογεῖν τὴν πρὸς ὑμᾶς εἰρήνην, ὥστε καὶ Μεγάρων ἁπτόμενον κἀν Εὐβοίᾳ τυραννίδα κατασκευάζοντα καὶ νῦν ἐπὶ Θρᾴκην παριόντα καὶ τἀν Πελοποννήσῳ σκευωρούμενον καὶ πάνθʼ ὅσα πράττει μετὰ τῆς…
Demosthenes, Speeches