Σαλαμίνιος
Σαλαμίνιος, Salaminian, of or from Salamis
- Salaminian, of or from Salamis, Hdt. 5.104, etc.: also Σᾰλᾰμῑν-ιακός, ή, όν, Str. 8.2.2; and fem. Σᾰλᾰμῑν-ιάς, άδος, A. Pers. 965 (lyr.).
- II Σαλαμινία (sc. ναῦς or τριήρης), ἡ, Ar. Av. 144, Th. 3.33; v. πάραλος III.
- ISalaminian, of or from Salamis, Hdt.
- IIΣαλαμινία (sub. ναῦς), ἡ, one of the Athen. sacred ships, Ar., Thuc.; v. πάραλος III.
-
…δὲ ὀλιγαρχία ἐγένετο, οἱ τριάκοντα αὖ μεταπεμψάμενοί με πέμπτον αὐτὸν εἰς τὴν θόλον προσέταξαν ἀγαγεῖν ἐκ Σαλαμῖνος Λέοντα τὸν Σαλαμίνιον ἵνα ἀποθάνοι, οἷα δὴ καὶ ἄλλοις ἐκεῖνοι πολλοῖς πολλὰ προσέταττον, βουλόμενοι ὡς πλείστους ἀναπλῆσαι αἰτιῶν. τότε μέντοι…
Plato, Apology
-
…ὅτι πάντες ἐκπεπλεύκατε εἰς Σαλαμῖνα καὶ τεθεωρήκατε τὴν Σόλωνος εἰκόνα, καὶ αὐτοὶ μαρτυρήσαιτʼ ἂν ὅτι ἐν τῇ ἀγορᾷ τῇ Σαλαμινίων ἀνάκειται ὁ Σόλων ἐντὸς τὴν χεῖρα ἔχων. τοῦτο δʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπόμνημα καὶ μίμημα τοῦ…
Aeschines, Speeches
-
…καλούς τε κἀγαθοὺς συλλαμβάνειν, ἐκ τούτου κἀγὼ ἠρξάμην τἀναντία τούτοις γιγνώσκειν. ᾔδειν γὰρ ὅτι ἀποθνῄσκοντος μὲν Λέοντος τοῦ Σαλαμινίου, ἀνδρὸς καὶ ὄντος καὶ δοκοῦντος ἱκανοῦ εἶναι, ἀδικοῦντος δʼ οὐδὲ ἕν, οἱ ὅμοιοι τούτῳ φοβήσοιντο, φοβούμενοι…
Xenophon, Hellenica
-
…. ἤκουσά τοι ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων, ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη, Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ, τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν, ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ…
Aristophanes, Ecclesiazusae
-
…πρὸς τὰς περὶ Κύπρον ναυμαχίας καὶ τὰς περὶ Κνίδον ἀτενίσῃ τις, αἷς ἐχρήσανθʼ οἱ βασιλέως στρατηγοὶ πρὸς Εὐαγόραν τὸν Σαλαμίνιον καὶ πάλιν πρὸς Λακεδαιμονίους θαυμάζειν τὸν συγγραφέα καὶ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν ἐμπειρίαν εἰκὸς καὶ πολλὰ τῶν χρησίμων…
Polybius, Histories
-
…δὲ Σόλωνά φησιν ὁ Φανίας ἀποθανεῖν τοῦ μετὰ Κωμίαν ἄρξαντος. ἡ δὲ διασπορὰ κατακαυθέντος αὐτοῦ τῆς τέφρας περὶ τὴν Σαλαμινίων νῆσον ἔστι μὲν διὰ τὴν ἀτοπίαν ἀπίθανος παντάπασι καὶ μυθώδης, ἀναγέγραπται δʼ ὑπό τε ἄλλων ἀνδρῶν ἀξιολόγων καὶ Ἀριστοτέλους…
Plutarch, Solon
-
…τοῖς Πέρσαις ὑπετάγησαν, τῆς δὲ Σαλαμῖνος βασιλεύων Πνυταγόρας μόνος ὑπέμεινε τὴν πολιορκίαν. ὁ δʼ Εὐαγόρας πατρῴαν ἀρχὴν τὴν Σαλαμινίων ἀνεκτᾶτο καὶ διὰ τοῦ βασιλέως τῶν Περσῶν τὴν κάθοδον εἰς τὴν βασιλείαν ἐποιεῖτο. μετὰ δὲ ταῦτα διαβληθέντος αὐτοῦ πρὸς…
Diodorus Siculus, Library
-
…ἐθελονταί σφι πάντες προσεγένοντο πλὴν Ἀμαθουσίων · ἀπέστησαν γὰρ καὶ οὗτοι ὧδε ἀπὸ Μήδων. ἦ Ὀνήσιλος Γόργου μὲν τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸς νεώτερος, Χέρσιος δὲ τοῦ Σιρώμου τοῦ Εὐέλθοντος παῖς. οὗτος ὡνὴρ πολλάκις μὲν καὶ πρότερον τὸν Γόργον…
Herodotus, The Histories
-
…, ἐμοὶ δὲ τοὺς πλείστην σχολὴν τῶν Ἑλλήνων ἄγοντας. ἠκούσατε δὲ καὶ τοῦ κατηγόρου λέγοντος ὅτι παρὰ Νικοκλέους τοῦ Σαλαμινίων βασιλέως πολλὰς ἔλαβον καὶ μεγάλας δωρεάς. καίτοι τίνι πιστὸν ὑμῶν ἐστιν ὡς Νικοκλῆς ἔδωκέ μοι ταύτας, ἵνα δίκας…
Isocrates, Speeches
-
…τῆς Πολιάδος Ἀθηνᾶς χλωροῦ τυροῦ τοῦ μὲν ἐπιχωρίου μὴ ἅπτεσθαι, ξενικὸν δὲ μόνον προσφέρεσθαι, χρῆσθαι δὲ καὶ τῷ Σαλαμινίῳ, ξένην φασὶ τῆς Ἀττικῆς τὴν Σαλαμῖνα οὐκ εὖ · καὶ γὰρ τὸν ἀπὸ τῶν ἄλλων νήσων τῶν ὁμολογουμένως τῇ…
Strabo, Geography