Σαλαμίς
Σαλαμίς, Salamis
- Salamis, an island and town of the same name, between Athens and Megara, Il. 2.557, etc.
- II a town of Cyprus founded by Teucer of Salamis, h.Hom. 10.4, Hdt. 4.162, etc.; Σαλαμίνη, Suid. s.v. Ἐπιφάνιος.
- The island home of Aias-1 Il. 2.557, Il. 7.199.
- 1ἀρέομαι πὰρ μὲν Σαλαμῖνος Ἀθαναίων χάριν μισθόν P. 1.76 καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν δυνατός N. 2.13 ἀτὰρ Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν N. 4.48 καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ I. 5.49
Strong 4529
Salamis, the chief city of Cyprus: Ac 13:5.†
- ISalamis, an island opposite Athens, Il., etc.
- IIa town of Cyprus founded by Teucer of Salamis, Hhymn., Hdt.
-
…πόλεως · ἐπειδὴ δὲ ὀλιγαρχία ἐγένετο, οἱ τριάκοντα αὖ μεταπεμψάμενοί με πέμπτον αὐτὸν εἰς τὴν θόλον προσέταξαν ἀγαγεῖν ἐκ Σαλαμῖνος Λέοντα τὸν Σαλαμίνιον ἵνα ἀποθάνοι, οἷα δὴ καὶ ἄλλοις ἐκεῖνοι πολλοῖς πολλὰ προσέταττον, βουλόμενοι ὡς πλείστους ἀναπλῆσαι αἰτιῶν…
Plato, Apology
-
…; ὁ δʼ ἀντὶ τοῦ ἐπαγγείλασθαί τι ἢ πρᾶξαι ἀγαθὸν πρὸς τοὺς ἐπὶ Φυλῇ, ἐλθὼν μετὰ τῶν συναρχόντων εἰς Σαλαμῖνα καὶ Ἐλευσῖνάδε τριακοσίους τῶν πολιτῶν ἀπήγαγεν εἰς τὸ δεσμωτήριον, καὶ μιᾷ ψήφῳ αὐτῶν ἁπάντων θάνατον κατεψηφίσατο. ἐπειδὴ δὲ…
Lysias, Speeches
-
…σωτηρίας ἀπίστου καὶ τοῦ προσιόντος κινδύνου, ἢ οἱ μέλλοντες ναυμαχήσειν ὑπὲρ τῆς φιλότητος, ὑπὲρ τῶν ἄθλων τῶν ἐν Σαλαμῖνι ; οἷς τοσοῦτον πανταχόθεν περιειστήκει πλῆθος πολεμίων, ὥστε ἐλάχιστον μὲν αὐτοῖς εἶναι τῶν παρόντων κακῶν τὸ θάνατον τὸν αὑτῶν…
Lysias, Speeches
-
…ἰσχυρὰ οὖσα, ὥστε ἄδικόν τι ἐργάσασθαι, ἀλλʼ ἐπειδὴ ἐκ τῆς θόλου ἐξήλθομεν, οἱ μὲν τέτταρες ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγαγον Λέοντα, ἐγὼ δὲ ᾠχόμην ἀπιὼν οἴκαδε. καὶ ἴσως ἂν διὰ ταῦτα ἀπέθανον, εἰ μὴ ἡ…
Plato, Apology
-
…μέρει πρὸς ἑκατέραν ἀλλὰ μὴ πρὸς ἀμφοτέρας ἅμα τὰς δυνάμεις κινδυνεύσωσιν · ὑπεκθέμενοι δὲ παῖδας καὶ γυναῖκας καὶ μητέρας εἰς Σαλαμῖνα, συνήθροιζον καὶ τὸ τῶν ἄλλων συμμάχων ναυτικόν. οὐ πολλαῖς δʼ ὕστερον ἡμέραις ἦλθε καὶ ἡ πεζὴ στρατιὰ καὶ…
Lysias, Speeches
-
…κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια · τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς. Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω · σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς λόγος ἐκ Δαναῶν…
Sophocles, Ajax
-
…αὐτὸ πράττειν. μέγα δὲ πάνυ τούτου σημεῖον ἔργῳ ὑμῖν οἶμαι ἐπιδείξειν. εὖ γὰρ οἶδʼ ὅτι πάντες ἐκπεπλεύκατε εἰς Σαλαμῖνα καὶ τεθεωρήκατε τὴν Σόλωνος εἰκόνα, καὶ αὐτοὶ μαρτυρήσαιτʼ ἂν ὅτι ἐν τῇ ἀγορᾷ τῇ Σαλαμινίων ἀνάκειται ὁ Σόλων ἐντὸς…
Aeschines, Speeches
-
…, Λῆμνον, Ἰκάρου θʼ ἕδος, καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις, Πάφον, ἠδὲ Σόλους, Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδʼ αἰτία στεναγμῶν. καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάνδρους Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν…
Aeschylus, Persians
-
…οἱ Ἀθηναῖοι ἐς τὸν Πειραιᾶ ναῦς τε καθεῖλκον καὶ ἐσβάντες κατὰ σπουδὴν καὶ πολλῷ θορύβῳ ταῖς μὲν ναυσὶν ἐπὶ τὴν Σαλαμῖνα ἔπλεον, τῷ πεζῷ δὲ φυλακὰς τοῦ Πειραιῶς καθίσταντο. οἱ δὲ Πελοποννήσιοι ὡς ᾔσθοντο τὴν βοήθειαν, καταδραμόντες τῆς…
Thucydides, The Peloponnesian War
-
…αὐτῶν ἁθροίσας, ὡς δʼ αὔτως καὶ Μηλίοις καὶ τοῖς ἄλλοις ὅσοι τῆς αὑτῶν ἐστέροντο. μετὰ δὲ τοῦτο δῃώσας Σαλαμῖνα ὡρμίσατο πρὸς τὸν Πειραιᾶ ναυσὶ πεντήκοντα καὶ ἑκατόν, καὶ τὰ πλοῖα εἶργε τοῦ εἴσπλου. οἱ δʼ Ἀθηναῖοι πολιορκούμενοι…
Xenophon, Hellenica