σέλας
σέλας, a bright flame, blaze, light
- light, brightness, flame, πυρός Il. 19.366, al.; καιομένοιο πυρός, π. αἰθομένοιο, ib. 375, 8.563; ἐν σέλαϊ μεγάλῳ, without any word added, 17.739; δαΐδων σ. Od. 18.354, Hes. Sc. 275; σ. λάβρον Ἡφαίστου Pi. P. 3.39; ἀπὸ . . λάμπε γυίων σ. ὧτε πυρός B. 16.104; Ἥφαιστος . . λαμπρὸν ἐκπέμπων σ., of a beacon fire, A. Ag. 281, cf. 289; Ἡφαιστότευκτον, of a volcano, S. Ph. 986; καμίνου A. Fr. 281; ἐφέστιον σ. S. Tr. 607; of the heavenly bodies, σ. γένετʼ ἠΰτε μήνης Il. 19.374; ἁλίου σ. A. Eu. 926 (lyr.), S. El. 17, Ar. Av. 1711; of daylight, καθαρὸν ἁμέρας σ. Pi. Fr. 142.4, cf. S. Aj. 856; πρὶν θεοῦ δῦναι σ. E. Supp. 469; τὸ σ. καὶ τὸ φῶς ταὐτόν Pl. Cra. 409b; lightning, flash of lightning, δαιόμενον σ. Il. 8.76, cf. Democr. 152; Διὸς σ. S. OC 95; σ. ἐκ τοῦ οὐρανοῦ Hdt. 3.28; meteor, Arist. Mu. 395a31; torchlight, h.Cer. 52, A.R. 4.808, cf. AP 9.46, etc., the flash of an angry eye, ἐξ ὀμμάτων ἤστραπτε γοργωπὸν σ. A. Pr. 358, cf. E. Cyc. 663 (so in Hom., ὄσσε λαμπέσθην ὡς εἴ τε πυρὸς σ. Il. 19.366; ὄσσε δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σ. ἐξεφάανθεν ib. 17): metaph. of love, Theoc. 2.134, cf. AP 12.93 (Rhian.).
τό.
Dat. σέλαϊ Il. 17.739. σέλᾳ Il. 8.563 : Od. 21.246. Blaze, glow, brightness : ἥατο σέλᾳ πυρός Il. 8.563. Cf. Il. 8.509, Il. 15.600, Il. 17.739, Il. 18.214, Il. 19.17 (i.e. of fire), 366, 374, 375, 379 : δαΐδων σ. Od. 18.354. Cf. Od. 21.246.
A thunderbolt : δαιόμενον ἧκε σ. Il. 8.76.
- 1flash σέλας δʼ ἀμφέδραμεν λάβρον Ἁφαίστου P. 3.39 χρῆν ἄρα Πέργαμον εὐρὺν ἀιστῶσαι σέλας αἰθομένου πυρός Pae. 6.97 κελαινεφέι δὲ σκότει καλύψαι σέλας καθαρὸν ἁμέρας fr. 108b. 4. met., ]ν ὕμνων σέλας ἐξ ἀκαμαν[το Pae. 18.5 ὀμμ]άτων ἄπο σέλας ἐδίνασεν Pae. 20.13
- a bright flame, blaze, light, σ. πυρός Il.; alone, Il.:— lightning, a flash of lightning, Il., Hdt., etc.:— a torch, Hhymn.:— the flash of an angry eye, Aesch.: metaph., ἔρωτος σ. Theocr.
-
…ῥοάων Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. ὣς οἱ μὲν…
Homer, Iliad
-
…Ἀρητιάδην μεγάθυμον. εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο, τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο, ἑσταότʼ ἐν δίφρῳ · χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει…
Hesiod, Shield of Heracles
-
…τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει · ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα…
Homer, Odyssey
-
…ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός · ἀλλά μιν οὐδʼ ὣς ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ · ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος…
Homer, Odyssey
-
…βίαν χειρούμενον Τυφῶνα θοῦρον · πᾶσιν ὅς ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον · ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ · ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα ,…
Aeschylus, Prometheus Bound
-
…τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω. καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος ; Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸς ἔπεμπεν · Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου · μέγαν δὲ πανὸν…
Aeschylus, Agamemnon
-
…ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε · πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, τίς…
NA, Homeric Hymns
-
…ἐστιν. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαίστου παλάμῃσιν. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων…
Hesiod, Theogony
-
…σταθμῷ ἐν οἰοπόλῳ · τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν · ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε καλοῦ δαιδαλέου · περὶ δὲ τρυφάλειαν ἀείρας κρατὶ θέτο βριαρήν · ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν ἵππουρις τρυφάλεια…
Homer, Iliad
-
…αὐτὰρ Ἀχιλλεὺς ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν · τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων αὐτίκα μητέρα…
Homer, Iliad