σύμβασις
σύμβασις, an agreement, arrangement, treaty
- bringing one foot up to the other, in walking, Hp. Art. 58.
- 2 juncture of ribs, Ruf. Oss. 25.
- II (συμβαίνω II) agreement, arrangement, treaty, συμβάσιες . . οὐκ ἐθέλουσι συμμένειν Hdt. 1.74; σ. ποιεῖσθαι E. Supp. 739; δὸς σύμβασιν τέκνοις make them friends, Id. Ph. 85; εἰς ξ. παῖδα ἄγειν Id. Andr. 423; ἡ ξ. ἐγένετο Th. 3.28; ἀπὸ ξυμβάσεως by agreement, Id. 4.130.
- III (συμβαίνω III) conjunction, Pl. Ep. 359b; concurrence, coincidence, συμβάσεως ἔξω πάσης καὶ συνθέσεως, said of τὸ ἕν, Plot. 5.4.1, cf. 6.1.26, 6.8.14; κατὰ σύμβασιν, technical term of the Empirics, expld. by Gal. 10.164.
1. stap, pas.
2. overeenkomst, verdrag:
3. (toevallige) gebeurtenis, omstandigheid.
- an agreement, arrangement, treaty, Hdt., Eur.; δὸς ξύμβασιν τέκνοις make them friends, Eur.
-
…ἄλλα τε πολλὰ ἐπεγεγένητο αὐτόθι ἤδη βρώσεως πέρι ἀναγκαίας καί τινες καὶ ἀλλήλων ἐγέγευντο, οὕτω δὴ λόγους προσφέρουσι περὶ ξυμβάσεως τοῖς στρατηγοῖς τῶν Ἀθηναίων τοῖς ἐπὶ σφίσι τεταγμένοις, Ξενοφῶντί τε τῷ Εὐριπίδου καὶ Ἑστιοδώρῳ τῷ Ἀριστοκλείδου καὶ Φανομάχῳ τῷ…
Thucydides, The Peloponnesian War
-
…εὐθὺς ἔργου ἔχεσθαι καὶ ἰέναι ἐπὶ τὰς οἰκίας τῶν ἐχθρῶν, γνώμην δʼ ἐποιοῦντο κηρύγμασί τε χρήσασθαι ἐπιτηδείοις καὶ ἐς ξύμβασιν μᾶλλον καὶ φιλίαν τὴν πόλιν ἀγαγεῖν καὶ ἀνεῖπεν ὁ κῆρυξ, εἴ τις βούλεται κατὰ τὰ πάτρια τῶν πάντων Βοιωτῶν…
Thucydides, The Peloponnesian War
-
…Θηβαίους καὶ ἐξαπιναίως κατειλημμένην τὴν πόλιν, καταδείσαντες καὶ νομίσαντες πολλῷ πλείους ἐσεληλυθέναι οὐ γὰρ ἑώρων ἐν τῇ νυκτί πρὸς ξύμβασιν ἐχώρησαν καὶ τοὺς λόγους δεξάμενοι ἡσύχαζον, ἄλλως τε καὶ ἐπειδὴ ἐς οὐδένα οὐδὲν ἐνεωτέριζον. πράσσοντες δέ πως ταῦτα…
Thucydides, The Peloponnesian War
-
…γάμων ἐπαλλαγὴν ἐποίησαν · Ἀλυάττεα γὰρ ἔγνωσαν δοῦναι τὴν θυγατέρα Ἀρύηνιν Ἀστυάγεϊ τῷ Κυαξάρεω παιδί · ἄνευ γὰρ ἀναγκαίης ἰσχυρῆς συμβάσιες ἰσχυραὶ οὐκ ἐθέλουσι συμμένειν. ὅρκια δὲ ποιέεται ταῦτα τὰ ἔθνεα τὰ πέρ τε Ἕλληνες, καὶ πρὸς τούτοισι ,…
Herodotus, The Histories
-
…θεοῖς εὔχεσθε. καὶ γὰρ σχεδόν τι καὶ αἱ ἔμπροσθεν πόλεις οὕτω κατεσκευάσθησαν, καὶ ἔπειτα εὖ ᾤκησαν, ὑπὸ συμβάσεων πραγμάτων μεγάλων καὶ κατὰ πόλεμον καὶ κατὰ τὰς ἄλλας πράξεις γενομένων, ὅταν ἐν τοιούτοις καιροῖς ἀνὴρ καλός τε καὶ…
Plato, Letters
-
…καὶ Εὐβοέων τινῶν πλανηθέντων μέχρι δεῦρο πρὸς αὐτάς, ὕστερον δὲ καταλυσαμένους τὸν πρὸς αὐτὰς πόλεμον ἐπὶ τοῖς λεχθεῖσι ποιήσασθαι συμβάσεις, ὥστε τέκνων συγκοινωνεῖν μόνον, ζῆν δὲ καθʼ αὑτοὺς ἑκατέρους. ἴδιον δέ τι συμβέβηκε τῷ λόγῳ τῷ περὶ…
Strabo, Geography
-
…ἔφασαν παραδώσειν τὴν πόλιν. γνόντες δὲ οἱ ἐν τοῖς πράγμασιν οὔτʼ ἀποκωλύειν δυνατοὶ ὄντες, εἴ τʼ ἀπομονωθήσονται τῆς ξυμβάσεως κινδυνεύσοντες, ποιοῦνται κοινῇ ὁμολογίαν πρός τε Πάχητα καὶ τὸ στρατόπεδον, ὥστε Ἀθηναίοις μὲν ἐξεῖναι βουλεῦσαι περὶ Μυτιληναίων ὁποῖον…
Thucydides, The Peloponnesian War
-
…καταλῦσαι. σκέψασθε γὰρ ὅτι νῦν μέν, ἤν τις καὶ ἀποστᾶσα πόλις γνῷ μὴ περιεσομένη, ἔλθοι ἂν ἐς ξύμβασιν δυνατὴ οὖσα ἔτι τὴν δαπάνην ἀποδοῦναι καὶ τὸ λοιπὸν ὑποτελεῖν · ἐκείνως δὲ τίνα οἴεσθε ἥντινα οὐκ ἄμεινον μὲν ἢ…
Thucydides, The Peloponnesian War
-
…, δημοκοπῶν ἐς τοὺς πολεμίους πανταχοῦ. ὅθεν ἐν ταῖς στρατοπεδείαις ἐπιμιξίαι τε εἰς ἀλλήλους ἐγίγνοντο συνεχεῖς καὶ λόγοι περὶ συμβάσεων κατὰ τὸ πλῆθος. Ἤδη δὲ καὶ τῶν ἡγεμόνων Ἀφρανίῳ μὲν καὶ ἑτέροις ἐδόκει τῆς Ἰβηρίας ἐκστῆναι Καίσαρι καὶ ἀπαθεῖς…
Appian, The Civil Wars
-
…νῦν τὴν ἴσην τιμωρίαν · ἔννομα γὰρ πείσονται καὶ οὐχὶ ἐκ μάχης χεῖρας προϊσχόμενοι, ὥσπερ φασίν, ἀλλʼ ἀπὸ ξυμβάσεως ἐς δίκην σφᾶς αὐτοὺς παραδόντες. ἀμύνατε οὖν, ὦ Λακεδαιμόνιοι, καὶ τῷ τῶν Ἑλλήνων νόμῳ ὑπὸ τῶνδε παραβαθέντι…
Thucydides, The Peloponnesian War