ταμία
ταμία, a housekeeper, housewife
ταμία2, [controller, treasurer > ταμίας]
- housekeeper, housewife, γυνὴ τ. ἣ πάντʼ ἐφύλασσε Od. 2.345, cf. Il. 6.390, Alcm. 31; ἀμφίπολος τ. Il. 24.302: also in Prose, X. Oec. 9.11, 10.10, Lib. Or. 16.47; as cult-title, παρὰ τὰν Ἱστίαν τὰν Ταμίαν SIG 1025.29 (Cos, iv/iii B.C.).
- = ζημία, Hsch.
- 1mistress [ταμίαι ἀνδράσι πλούτου (codd.: ταμίʼ Ahrens: τάμιʼ Mommsen) O. 13.7] ἀλλὰ πάντων ταμίαι ἔργων ἐν οὐρανῷ (αἱ Χάριτες) O. 14.9
- a housekeeper, housewife, Hom., Xen.
-
…ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα · εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων · πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας · οἰνοχόει…
Homer, Odyssey
-
…. καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν…
Homer, Iliad
-
…προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς. καὶ…
Homer, Odyssey
-
…ἀκηράσιον, θεῖον ποτόν · οὐδέ τις αὐτὸν ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ, ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη. τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα χεῦʼ…
Homer, Odyssey
-
…Ὀδυσσεὺς οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, δικλίδες · ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο. τὴν τότε…
Homer, Odyssey
-
…. ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς πλάζεσθαι μετʼ ἐκεῖνον · ἀτὰρ πρὸς μητέρα εἰπεῖν ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην · κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι. ἦ ῥα καὶ ὦρσε συφορβόν · ὁ δʼ εἵλετο…
Homer, Odyssey
-
…οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω. ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ. ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον · ἣ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα. νιψάμενος…
Homer, Iliad
-
…προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι · παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας παντοίων, παρὰ δέ…
Homer, Odyssey
-
…. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα · αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν…
Homer, Odyssey
-
…παλαιγενέι ἐναλίγκιος, ἥ τε τόκοιο εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν κάλπισι χαλκείῃσι φίλα…
NA, Homeric Hymns