χειμών
χειμών, χειμών, winter; storm, stormy weather
- winter, χειμῶνος δυσθαλπέος ὅς ῥά τε ἔργων ἀνθρώπους ἀνέπαυσεν Il. 17.549; χειμῶνι in winter, 21.283; ἐν χειμῶνι Pi. I. 2.42, A. Ag. 969, X. Mem. 4.3.8; ἐν τῷ χ. Id. Cyr. 8.8.17; χειμῶνος ὥρᾳ And. 1.137; also χειμῶνος in winter-time, X. Mem. 3.8.9, Pl. R. 415e; χ. μέσου in mid-winter, Ar. Fr. 569.1; τοῦ χ. in the course of the winter, Th. 7.31; τοῦ αὐτοῦ χ. Id. 8.30; διὰ χειμῶνος, διὰ τοῦ χ., Pl. Ti. 74c, X. HG 3.2.9; χειμῶνα during winter, S. OT 1138 (v.l. χειμῶνι) ; τὸν χ. during the winter, Hdt. 3.117, X. HG 1.4.1; τὸν δεινὸν χ. Id. An. 7.6.9; τὸν χ. ὅλον Ar. Fr. 345; ὁ ἀμφὶ τὸν χ. χρόνος X. Cyr. 8.6.22; ὄρος ἄβατον ὑπὸ χειμῶνος in consequence of the cold weather, Hdt. 8.138, cf. Th. 2.101: pl., νιφοστιβεῖς χειμῶνες S. Aj. 671; opp. καύματα, Pl. Lg. 829b; ἀμυντικὴ χειμώνων Id. Plt. 280e.
- 2 the wintry quarter of the heavens, the north, Βορέης καὶ χ. Hdt. 2.26.
- II wintry, stormy weather: generally, storm, ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον Il. 3.4; οὐ νιφετὸς οὔτʼ ἂρ χ. πολὺς οὔτε ποτʼ ὄμβρος Od. 4.566; ὅτε τις χ. ἔκπαγλος ὄροιτο 14.522; ὀπωρινὸν ὄμβρον καὶ χειμῶνʼ ἐπιόντα Hes. Op. 675, cf. Alc. 18, Sapph. Supp. 11.6, etc.; Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος Pi. I. 7(6).39; θεὸς χειμῶνʼ ὦρσε A. Pers. 496, cf. Ag. 649, 656, S. Aj. 1145, etc.; χ. ὀρνιθίας Ar. Ach. 876; χ. κατερράγη Hdt. 1.87; ἐπέπεσέ σφι χ. τε μέγας καὶ πολλὸς ἄνεμος Id. 7.188, cf. Pl. Prt. 344d; ἐπιγενόμενος χ. Hdt. 7.34, Th. 4.6; χειμῶνι χρησάμενοι Antipho 5.21; χ. νοτερός a storm of rain, Th. 3.21; ἐν εὐδίᾳ χειμῶνα ποιεῖν X. HG 2.4.14: pl., ὑπὸ τῶν χ. because of the winter-storms, Hdt. 4.62; ἔν γε χειμῶσιν καὶ ἐν εὐδίαις Pl. Lg. 961e, cf. 919a.
- 2 metaph., θεόσσυτος χ. storm of calamity sent by the gods, A. Pr. 643; χ. καὶ κακῶν τρικυμία ib. 1015, cf. Ch. 202 (pl.), 1066 (anap.); δορὸς . . ἐν χειμῶνι in the storm of battle, S. Ant. 670; θολερῷ . . χ. νοσήσας, of the madness of Ajax, Id. Aj. 207 (anap.); χ. γήρως βαρύς, of lifeʼs winter, AP 10.100 (Antiphan.); of a person, χ. ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις Alex. 178.7, cf. 46.4; χ. κατʼ οἴκους . . κακὴ γυνή Men. Mon. 540: rare in Prose, of battle, Onos. 32.10; of mental and moral trouble, Epicur. Ep. 3 p.62 U., Polystr. p.19 W.; χ. τοῦ κλύδωνος χαλεπώτερος, of pirates, Them. Or. 23.286a: pl., χειμῶνας ἔχειν to have trouble (in cutting teeth), Hp. Dent. 12.
-ῶνος, ὁ
[χεῖμα.]
- 1
The weather proper to winter, bitter or inclement weather: ἐπεὶ χειμῶνα φύγον Il. 3.4. Cf. Od. 4.566.
An access of bad weather, a storm or tempest Il. 16.549: Od. 14.522.
- 2
Winter: χειμῶνι περῶντα (in winter) Il. 21.283.
- 1
- a winter, cold of winter ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι P. 3.50 ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάν I. 2.42 ὁπόταν τε χειμῶνος σθένει φρίσσων Βορέας ἐπισπέρχησʼ with its wintry strength Παρθ. 2. 17.
- b storm met. ἔτλαν δὲ πένθος οὐ φατόν. ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος I. 7.39
- Iwinter, opp. to θέρος, il., Attic; χειμῶνος in winter-time, Xen.; τοῦ χ. in the course of the winter, Thuc.; χειμῶνα during winter, Soph.; τὸν χ. during the winter, Hdt., Xen.
- 2the wintry quarter of the heavens, the north, Βορέας καὶ χ. Hdt.
- IIwintry weather, a winter-storm, and generally a storm, Hom., Hdt., Attic; χ. κατερράγη Hdt.; ἐπέπεσέ σφι χ. μέγας Hdt.; ὦρσε θεὸς χειμῶνα Aesch.; χ. νοτερός a storm of rain, Thuc.:— in pl., ὑπὸ τῶν χ. by means of the winter-storms, Hdt.
- 2metaph., θεόσσυτος χ. a storm of calamity sent by the gods, Aesch.; δορὸς ἐν χειμῶνι in the storm of battle, Soph.; θολερῷ χ. νοσήσας, of the madness of Ajax, Soph.
-
…ἡγήσονται περιέργους ὑπὲρ ὑμῶν τηρουμένους. οὐκ οὖν δεινὸν εἰ τοὺς μὲν στρατηγούς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα οὐχ οἷοί τʼ ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι, θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ τῶν τεθνεώτων ἀρετῇ…
Lysias, Speeches
-
…, πρὸς τὰς ἐκ Διὸς ὥρας εὐμάρειαν ἐμηχανᾶτο ἀμφιεννὺς αὐτὰ πυκναῖς τε θριξὶν καὶ στερεοῖς δέρμασιν, ἱκανοῖς μὲν ἀμῦναι χειμῶνα, δυνατοῖς δὲ καὶ καύματα, καὶ εἰς εὐνὰς ἰοῦσιν ὅπως ὑπάρχοι τὰ αὐτὰ ταῦτα στρωμνὴ οἰκεία τε καὶ αὐτοφυὴς…
Plato, Protagoras
-
…Ἐρεχθειδῶν, ἔχομεν στοναχὰς οἱ κηδόμενοι τοῦ Τελαμῶνος τηλόθεν οἴκου. νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας. τί δʼ ἐνήλλακται τῆς ἡμερίας νὺξ ἥδε βάρος ; παῖ τοῦ Φρυγίου Τελεύταντος, λέγʼ, ἐπεὶ σὲ…
Sophocles, Ajax
-
…τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν, δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον μένειν δίκαιον κἀγαθὸν παραστάτην. ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν. αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους οἴκους…
Sophocles, Antigone
-
…ὢν εἶχε συμπενθεῖν ἐμοὶ ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα, οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην στροβούμεθʼ · εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν. καὶ μὴν στίβοι…
Aeschylus, Libation Bearers
-
…τόνδʼ Ἐρινύων. σωτηρίων δὲ πραγμάτων εὐάγγελον ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν, πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων χειμῶνʼ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν ; ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίστʼ…
Aeschylus, Agamemnon
-
…, ὥσθʼ ὑπεικτέον. τί μήν ; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα ἕτοιμʼ ὑπείκει · τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει · ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν · δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε…
Sophocles, Ajax
-
…ἐπιστολὴν ἐπεδείκνυε μαρτύριον ἣν ἔπεμψαν οἱ στρατηγοὶ εἰς τὴν βουλὴν καὶ εἰς τὸν δῆμον, ἄλλο οὐδὲν αἰτιώμενοι ἢ τὸν χειμῶνα. μετὰ ταῦτα δὲ οἱ στρατηγοὶ βραχέως ἕκαστος ἀπελογήσατο οὐ γὰρ προυτέθη σφίσι λόγος κατὰ τὸν νόμον, καὶ τὰ…
Xenophon, Hellenica
-
…ἐς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. Χρέεσθαι δὲ ποτῷ, ἢν μὲν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος μὲν θερμῷ, θέρεος δὲ, ψυχρῷ · ἢν δὲ πολλὴ δίψα ᾖ, μελικρήτῳ καὶ ὕδατι. Ἔπειτα ,…
Hippocrates, Regimen in Acute Diseases
-
…παρεόντος κακοῦ. τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ, κατασβεσθῆναί τε τὴν πυρήν. οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ…
Herodotus, The Histories