ἐπικρύπτω
ἐπικρύπτω, to throw a cloak over, conceal
- throw a cloak over, conceal, χεῖρας φονίας A. Eu. 317 (lyr.); τὴν βούλησιν τοῦ ὀνόματος Pl. Cra. 421b; f.l.for ἔπη κρύπτειν, E. Supp. 296:—freq. in Med., disguise, κἀπικρύψασθαι κακά S. Fr. 88.12 (v.l.); τὰς αὑτοῦ τύχας . . τοὐπικρύπτεσθαι σοφόν E. Fr. 553; ἐ. τὴν αὑτοῦ ἀπορίαν Pl. La. 196b, cf. Prt. 346b; τἀληθῆ D. 17.17: abs., ἐπικρυπτόμενος with concealment or secrecy, X. An. 1.1.6; ἐπικρύπτεσθαί τι τῷ μεγέθει τῶν ἄλλων ἔργων D. 61.45; πρὸς τοὺς πολλοὺς τὴν δεινότητα Plu. Per. 4; ἐ. τινά τι conceal a thing from one, Plb. 3.75.1; also ἐ. τινὰ ὡς . . Pl. Tht. 180d; ὅτι οὐχ ὑγιαίνει Id. R. 476e; disguise, conceal oneʼs purpose, τῶν πεντακισχιλίων τῷ ὀνόματι Th. 8.92; ἐσθῆτι θεράποντος Plu. Caes. 38:—Pass., to be concealed, Arist. Pol. 1278a39.
1. met acc. verbergen, verborgen houden:
2. med. ook dir. refl. zich verschuilen (achter),
- to throw a cloak over, conceal, Aesch., Plat.:—Mid. to disguise, Plat., Dem.:— to disguise oneself, conceal oneʼs purpose, Thuc., Plut.; ἐπικρυπτόμενος with concealment or secrecy, Xen.
-
…προνέμοντʼ οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν, ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ · ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι πράκτορες αἵματος αὐτῷ τελέως ἐφάνημεν. μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερ Νύξ…
Aeschylus, Eumenides
-
…βαρβάρων ἐπεμελεῖτο ὡς πολεμεῖν τε ἱκανοὶ εἴησαν καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. τὴν δὲ Ἑλληνικὴν δύναμιν ἥθροιζεν ὡς μάλιστα ἐδύνατο ἐπικρυπτόμενος, ὅπως ὅτι ἀπαρασκευότατον λάβοι βασιλέα. ὧδε οὖν ἐποιεῖτο τὴν συλλογήν. ὁπόσας εἶχε φυλακὰς ἐν ταῖς πόλεσι παρήγγειλε…
Xenophon, Anabasis
-
…λανθάνει, ὅτι οὐ παντάπασιν οὕτω σεμνύνεται τὸ γράμμα, ὥστε ἅπερ σὺ λέγεις διανοηθὲν γραφῆναι, τοὺς ἀνθρώπους δὲ ἐπικρυπτόμενον ὥς τι μέγα διαπραττόμενον · ἀλλὰ σὺ μὲν εἶπες τῶν συμβεβηκότων τι, ἔστι δὲ τό γε ἀληθὲς βοήθειά τις…
Plato, Parmenides
-
…, ὥσπερ οὖν καὶ λέγεται ὁ Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν. ἴσως δὲ μετεωρολογῶν ὁ νομοθέτης τὸν ἀέρα Ἥραν ὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν · γνοίης δʼ ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα. Φερρέφαττα…
Plato, Cratylus
-
…εἶναι. ἐμοὶ μὲν οὖν φαίνεται Νικίας οὐκ ἐθέλειν γενναίως ὁμολογεῖν ὅτι οὐδὲν λέγει, ἀλλὰ στρέφεται ἄνω καὶ κάτω ἐπικρυπτόμενος τὴν αὑτοῦ ἀπορίαν · καίτοι κἂν ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ἐγώ τε καὶ σὺ τοιαῦτα στρέφεσθαι, εἰ ἐβουλόμεθα…
Plato, Laches
-
…δοξάζειν ἀλλʼ οὐ γιγνώσκειν, καὶ ἀμφισβητῇ ὡς οὐκ ἀληθῆ λέγομεν ; ἕξομέν τι παραμυθεῖσθαι αὐτὸν καὶ πείθειν ἠρέμα, ἐπικρυπτόμενοι ὅτι οὐχ ὑγιαίνει ; δεῖ γέ τοι δή, ἔφη. ἴθι δή, σκόπει τί ἐροῦμεν πρὸς αὐτόν .…
Plato, Republic
-
…ἐπισκοπεῖσθαι. καὶ μετρίως γε λέγεις. τὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν παρὰ μὲν τῶν ἀρχαίων μετὰ ποιήσεως ἐπικρυπτομένων τοὺς πολλούς, ὡς ἡ γένεσις τῶν ἄλλων πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεύματα ; ὄντα ; τυγχάνει καὶ οὐδὲν…
Plato, Theaetetus
-
…τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται. ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν. τὸ γὰρ διαττώμενον καὶ τὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν · ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων ἡ Τηθὺς…
Plato, Cratylus
-
…, νομίζοντες οὐχ ἱκανῶς με τετιμωρῆσθαι, τὸ πέρας ἐκ τῆς πόλεως ἐξήλασαν. διατεθέντες δὲ οὕτω παρανόμως καὶ βιαίως ἐπικρύψασθαι τὴν ἀδικίαν περὶ οὐδενὸς ἐποιήσαντο, παραγαγόντες δὲ πάλιν περὶ τῶν αὐτῶν ἠδικηκότα με οὐδὲν ἐπιδεικνύουσι καὶ λοιδοροῦσι, τοῖς…
Lysias, Speeches
-
…ὅτι ἀμελοῦσιν, ὥστε ἔτι μᾶλλον ψέγειν τε αὐτοὺς καὶ ἔχθρας ἑκουσίους πρὸς ταῖς ἀναγκαίαις προστίθεσθαι · τοὺς δʼ ἀγαθοὺς ἐπικρύπτεσθαί τε καὶ ἐπαινεῖν ἀναγκάζεσθαι, καὶ ἄν τι ὀργισθῶσιν τοῖς γονεῦσιν ἢ πατρίδι ἀδικηθέντες, αὐτοὺς ἑαυτοὺς παραμυθεῖσθαι καὶ διαλλάττεσθαι…
Plato, Protagoras