Ἰλλυριοί
Ἰλλυριοί, Illyrians
- Illyria, St.Byz.:—also Ἰλλυρίς, ἡ, Ptol. Geog. 2.16.1, App. Ill. 6; γονή S. Fr. 601:—Adj. Ἰλλυρικός, ή, όν, Illyrian: -κή, (sc. ἱστορία), ἡ, title of work by Appian: -κόν, τό, the region or province of Illyria, Ep.Rom. 15.19: Ἰλλυρίζω, speak the Illyrian language, St. Byz. s.v. Ἰλλυρία:—hence Adv. Ἰλλυριστί, ibid.
-
…σῶμά ἐστι · νόμοι δὲ αὐτοῖσι ὧδε κατεστᾶσι, ὁ μὲν σοφώτατος ὅδε κατὰ γνώμην τὴν ἡμετέρην, τῷ καὶ Ἰλλυριῶν Ἐνετοὺς πυνθάνομαι χρᾶσθαι. κατὰ κώμας ἑκάστας ἅπαξ τοῦ ἔτεος ἑκάστου ἐποιέετο τάδε · ὡς ἂν αἱ παρθένοι γενοίατο γάμων…
Herodotus, The Histories
-
…οὐδὲν αὐτῶν ὑπήκουσαν, ἀλλὰ στρατεύουσιν ἐπʼ αὐτοὺς οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες, καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες. προσκαθεζόμενοι δὲ τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους ἀπαθεῖς ἀπιέναι · εἰ δὲ μή…
Thucydides, The Peloponnesian War
-
…τὸ ἀρχαῖον καὶ παρὰ τοῖς ἄλλοις ὠνομάζοντο. συλλεγεῖσα δέ σφισι στρατιὰ τρέπεται τὴν ἐπὶ Ἰονίου, καὶ τό τε Ἰλλυριῶν ἔθνος καὶ πᾶν ὅσον ἄχρι Μακεδόνων ᾤκει καὶ Μακεδόνας αὐτοὺς ἀναστάτους ἐποίησε Θεσσαλίαν τε ἐπέδραμε. καὶ ὡς ἐγγὺς Θερμοπυλῶν…
Pausanias, Description of Greece
-
…βλέποντες Ῥωμαῖοι καὶ θεωροῦντες ἀνθοῦσαν τὴν Μακεδόνων οἰκίαν ἔσπευδον ἀσφαλίσασθαι τὰ πρὸς ἕω τῆς Ἰταλίας πεπεισμένοι καταταχήσειν διορθωσάμενοι μὲν τὴν Ἰλλυριῶν ἄγνοιαν, ἐπιτιμήσαντες δὲ καὶ κολάσαντες τὴν ἀχαριστίαν καὶ προπέτειαν τὴν Δημητρίου. διεψεύσθησαν δὲ τοῖς λογισμοῖς · κατετάχησε γὰρ…
Polybius, Histories
-
…, ἐοίκασι δὲ καὶ Σεγεστανοὶ Λευκίῳ Κόττᾳ καὶ Μετέλλῳ, ἀμφότεροι δʼ οὐ πολὺ ὕστερον ἀποστῆναι. Δαλμάται δέ, Ἰλλυριῶν ἕτερον γένος, Ἰλλυριοὺς τοὺς ὑπὸ Ῥωμαίοις κατέθεον, καὶ πρέσβεις ἀφικομένους περὶ τοῦδε Ῥωμαίων οὐ προσίεντο. στρατεύουσιν οὖν…
Appian, The Illyrian Wars
-
…· καὶ τούτους οὖν ἅμα συγκατακτᾶσθαι προήχθησαν, ὧν Ἀντίοχός τε ἦν ὁ βασιλεὺς καὶ Φίλιππος καὶ Περσεύς. καὶ Ἰλλυριῶν δὲ καὶ Θρᾳκῶν οἱ πλησιόχωροι τοῖς τε Ἕλλησι καὶ Μακεδόσιν ἀρχὰς ἔλαβον τοῦ πρὸς Ῥωμαίους πολέμου, καὶ διετέλεσαν πολεμοῦντες…
Strabo, Geography
-
…Σεγεστανοὶ Λευκίῳ Κόττᾳ καὶ Μετέλλῳ, ἀμφότεροι δʼ οὐ πολὺ ὕστερον ἀποστῆναι. Δαλμάται δέ, Ἰλλυριῶν ἕτερον γένος, Ἰλλυριοὺς τοὺς ὑπὸ Ῥωμαίοις κατέθεον, καὶ πρέσβεις ἀφικομένους περὶ τοῦδε Ῥωμαίων οὐ προσίεντο. στρατεύουσιν οὖν ἐπʼ αὐτοὺς οἱ Ῥωμαῖοι…
Appian, The Illyrian Wars
-
…τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς. οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπʼ Αἰτωλῶν πολιορκουμένοις. Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι…
Polybius, Histories
-
…περὶ τοῦ τὰς φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν. Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ…
Polybius, Histories
-
…τοιούτῳ χειρισμῷ, κεχρημένους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερσοβλέπτης ὁ τῶν Θρᾳκῶν κατεκτήσαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχές, οὐδʼ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ…
Polybius, Histories