Ἰόνιος
Ἰόνιος, of/called after Io
- of or called after Io, epith. of the sea between Epirus and Italy, at the mouth of the Adriatic sea, across which Io swam, πόντιος μυχὸς . . Ἰόνιος κεκλήσεται, τῆς σῆς πορείας μνῆμα A. Pr. 840; another expl. in Theopomp.Hist. 125; Ἰ. κόλπος Hdt. 6.127, Th. 1.24; θάλασσα, πόρος, Pi. P. 3.68, N. 4.53; also simply ὁ Ἰόνιος Th. 6.30; later Ἰόνιον πέλαγος AP 6.251 (Phil.).
- 1Ionian of the Adriatic sea, cf. fr. 140b. 6. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν Ἀρέθοισαν ἐπὶ κράναν P. 3.68 βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον N. 4.53 ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων (τὸν Ἠπειρώτην. Σ.) N. 7.65
- of or called after Io, Ἰόνιος κόλπος or πόρος, the sea between Epirus and Italy, across which Io swam, Hdt., Aesch., etc.
-
…ἣν ἐκεκλήρωτο Λιβύην, ἐπὶ δὲ τῷ Λεπίδῳ καὶ Ἀντώνιον πολέμῳ περὶ Ἄκτιον ἀφείλετο τὴν ἀπὸ Συρίας ἐπὶ κόλπον τὸν Ἰόνιον ἀρχήν. ἐπί τε τούτοις, μεγίστοις δὴ φανεῖσι καὶ ἐς ἔκπληξιν ἅπαντας ἐμβαλοῦσιν, εἷλε καὶ Αἴγυπτον ἐπιπλεύσας ,…
Appian, The Civil Wars
-
…μέγαν κόλπον Ῥέας, ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις · χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,. τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός, ὡς…
Aeschylus, Prometheus Bound
-
…μὴ διδόντα δῶρα. ὥστε ἐπὶ μέγα ἡ βασιλεία ἦλθεν ἰσχύος. τῶν γὰρ ἐν τῇ Εὐρώπῃ ὅσαι μεταξὺ τοῦ Ἰονίου κόλπου καὶ τοῦ Εὐξείνου πόντου μεγίστη ἐγένετο χρημάτων προσόδῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ, ἰσχύι δὲ μάχης καὶ στρατοῦ πλήθει…
Thucydides, The Peloponnesian War
-
…Κελτοὶ γὰρ κατά τε σφᾶς τὸ ἀρχαῖον καὶ παρὰ τοῖς ἄλλοις ὠνομάζοντο. συλλεγεῖσα δέ σφισι στρατιὰ τρέπεται τὴν ἐπὶ Ἰονίου, καὶ τό τε Ἰλλυριῶν ἔθνος καὶ πᾶν ὅσον ἄχρι Μακεδόνων ᾤκει καὶ Μακεδόνας αὐτοὺς ἀναστάτους ἐποίησε Θεσσαλίαν τε ἐπέδραμε…
Pausanias, Description of Greece
-
…ἑκατέρων, ἀφʼ ὧν λύσαντες τὰς σπονδὰς ἐς τὸν πόλεμον κατέστησαν. Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι ἐς τὸν Ἰόνιον κόλπον · προσοικοῦσι δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. ταύτην ἀπῴκισαν μὲν Κερκυραῖοι, οἰκιστὴς δʼ ἐγένετο Φαλίος…
Thucydides, The Peloponnesian War
-
…μέγιστα ἔθνη διαλλάξαι στρατόπεδά τε δοῦναι πολλὰ ἀθρόως καὶ χρήματα καὶ ἡγεμόνας ἡγεμονῶν ἀποφῆναι πάντων, ὅσοι πέραν εἰσὶ τῆς Ἰονίου θαλάσσης, σαφῶς εἶναι τὴν μὲν Πομπηίου μοῖραν αὐξόντων, τὴν δὲ Καίσαρος καθαιρούντων. ἐνεθυμεῖτο δὲ καὶ τῆς ἐς…
Appian, The Civil Wars
-
…τὰς ἔτι σφῶν κατηκόους καὶ ἐς τὴν ἀγχοῦ Γαλατίαν περιέπεμπον Γναῖόν τε Πομπήιον, ἀνθύπατον ὄντα καὶ στρατευμάτων περὶ τὸν Ἰόνιον ἡγούμενον, ἐκάλουν κατὰ σπουδὴν ἐπικουρεῖν τῇ πατρίδι. Ὁ δʼ ἦλθε καὶ πρὸς ταῖς Κολλίναις πύλαις ἐστρατοπέδευσε · καὶ…
Appian, The Civil Wars
-
…τις ἄλλη νῆσος ἐνταῦθα. Ὧδε μὲν τὴν Ῥωμαίων ἡγεμονίαν οἱ τρεῖς ἐνείμαντο ἐφʼ ἑαυτοῖς, τὰ πέραν ἄρα τοῦ Ἰονίου μόνα ὑπερθέμενοι διὰ Βροῦτον καὶ Κάσσιον κρατοῦντας ἔτι αὐτῶν, Κασσίῳ δὲ καὶ Βρούτῳ πολεμεῖν Ἀντώνιόν τε καὶ Καίσαρα ·…
Appian, The Civil Wars
-
…δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον. Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε περιήλαυνε πολλήν. Σερουίλιος δʼ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῇρεν…
Appian, The Hannibalic War
-
…Ἄργον, ὅθεν ἀργειφόντης ἐκλήθη. Ἥρα δὲ τῇ βοῒ οἶστρον ἐμβάλλει ἡ δὲ πρῶτον ἧκεν εἰς τὸν ἀπʼ ἐκείνης Ἰόνιον κόλπον κληθέντα, ἔπειτα διὰ τῆς Ἰλλυρίδος πορευθεῖσα καὶ τὸν Αἷμον ὑπερβαλοῦσα διέβη τὸν τότε μὲν καλούμενον πόρον Θρᾴκιον ,…
Apollodorus, Library and Epitome