ὀσμή
ὀσμή, a smell, scent, odour
- smell, odour, freq. of foul smells, δεινὴ δὲ θεείου γίγνεται ὀδμή Il. 14.415; πικρὸν ἀποπνείουσαι ἁλὸς . . ὀδμήν, of seals, Od. 4.406; ὀδμὰ . . κατὰ χῶρον κίδναται Pi. Fr. 129.6; ὀσμὴ βροτείων αἱμάτων A. Eu. 253; ὀσμὴν ἀπʼ αὐτοῦ (sc. τοῦ νεκροῦ) . . πεφευγότες S. Ant. 412; κακὴ ὀσμή Id. Ph. 891: pl., βυρσῶν ὀσμὰς δεινάς Ar. Pax 753; ὀσμαὶ οὐκ ἀνεκτοί Th. 7.87, etc.; but also of fragrant odours, ὡς καλὴν ὀσμὴν ἔχει E. Cyc. 153, cf. Ar. Ec. 1124; οἴνου ὀ. Alex. 222.4, Philem. 98.4: hence, scent, perfume, X. Hier. 1.4, Ach.Tat. 2.38; on ὀ. as affecting the sense, cf. Arist. Sens. 440b28 sq., de An. 421a7 sq., Thphr. CP 6.1.1 sq.
- II the sense of smell, = ὄσφρησις, Democr. 11, Hsch.—The older form ὀδμή (cf. ὄδωδα, ὄζ-ω, od-or) is alone used by Hom., Hdt., and Pi.; it occurs also in A. Pr. 115 (lyr.), Democr. l.c., and in later Prose, Thphr. CP 6.14.1, al., Phylarch. 63 J., Diocl. Fr. 129, Anon.Lond. 34.38, etc.; but ὀσμή is Att. acc. to Phryn. 71; also Ion., Hippon. in PSI 9.1089.11.
- a smell, scent, odour, good or bad, Hom., Aesch.
-
…ἔνι νύμφη ναῖεν ἐυπλόκαμος · τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει δαιομένων · ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ…
Homer, Odyssey
-
…. οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ συνίημι, καὶ οὐ φωνεῦντος ἀκούω. ὀδμή μʼ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμʼ ἀρνείοισι κρέεσσιν, ᾗ χαλκὸς μὲν ὑπέστρωται, χαλκὸν δʼ…
Herodotus, The Histories
-
…ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης ἀφῆκα θυμῷ, καρδίας τοξεύματα βέβαια, τῶν…
Sophocles, Antigone
-
…μίʼ οἴη. τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει θεσπεσίη · τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν. τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν…
Homer, Odyssey
-
…πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας κληροπαλεῖς · τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς · ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα ἡδεῖʼ · ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, καί τε μάλʼ…
NA, Homeric Hymns
-
…τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα. οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν ἡδύποτος κελάρυζʼ εὐώδης, ὤρνυτο δʼ ὀδμὴ ἀμβροσίη · ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας. αὐτίκα δʼ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη ἄμπελος ἔνθα καὶ ἔνθα ,…
NA, Homeric Hymns
-
…περὶ δʼ ἔδραμε πάντῃ. ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός…
Homer, Iliad
-
…γλαφυροῖσιν · ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν εὐνάσω ἑξείης · σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους τρεῖς, οἵ τοι…
Homer, Odyssey
-
…αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ · ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν. πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ · φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα ἑξῆς εὐνάζοντο…
Homer, Odyssey
-
…εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ. ἔνθα κεν αἰνότατος λόχος ἔπλετο · τεῖρε γὰρ αἰνῶς φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή · τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη ; ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ · ἀμβροσίην ὑπὸ ῥῖνα…
Homer, Odyssey