ὁρμητήριον
ὁρμητήριον, incentive, starting point, base of operations
- stimulant, incentive, X. Eq. 10.15 (pl.).
- II (from Med. ὁρμάομαι) starting-place, military position, base of operations, Isoc. 4.162, D. 19.219 and 326; ὁρμητηρίῳ χρῆσθαι ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον Plb. 1.17.5, cf. 5.3.8; of a naval station, Str. 5.2.5; πόλιν καὶ λιμένας καὶ ὁρματήρια (Dor.) παρέχειν SIG 581.10 (Crete, iii/ii B. C.); of a wild beastʼs lair, Plu. Sollert. 2.961c: metaph., ὁ. ἐφʼ ἡμᾶς εὐφὺς ἔχοντι τὴν φιλαυτίαν ib. Aud. 48f; ὁ. τῆς εὑρέσεως base for investigation, Gal. 4.634, cf. 10.158; πόλις ὁ. ἀκολασίας its head-quarters, Lib. Decl. 25.12.
1) Mittel zum Antreiben, Anreizen, Reizmittel ; Xen. Hipp. 10.15 ; Isocr. 4.162.
2) der Ort, von wo man ausgeht, besonders in der Kriegssprache, von dem aus ein Feldherr seinen Angriff macht, Operationsbasis, militärischer Stützpunkt, πρὸς τὸν πόλεμον, Pol. 1.17.5, oft ; ὁρμητήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας, 5.3.9 ; so Dem. 19.219, ἐν Εὐβοίᾳ κατασκευασθησόμενα ὁρμητήρια ἐφʼ ὑμᾶς, u. ib. 326 ; auch τί προσῆκεν αὑτοῖς ὁρμητήριον καταλιπεῖν χρήσιμον τοῦ πρὸς ἡμᾶς πολέμου, 23.181 ; Plut. übertr. es auf Tiere u. vrbdt παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγάς, sol.anim. 3 p. 142. – Uebh. Gelegenheit, Veranlassung wozu.
- Iany means of stirring up or rousing, a stimulant, incentive, Xen.
- II(from Mid. ὁρμάομαι) , a starting place, military position, base of operations, point dʼ appui, Dem., etc.
-
…τοῖς καταριθμηθεῖσι τόποις ἐν τῇ χερρονήσῳ καὶ τὰ φρούρια ὑπῆρξεν, ἃ κατεσκεύασε Σκίλουρος καὶ οἱ παῖδες, οἷσπερ καὶ ὁρμητηρίοις ἐχρῶντο πρὸς τοὺς Μιθριδάτου στρατηγούς, Παλάκιόν τε καὶ Χάβον καὶ Νεάπολις · ἦν δὲ καὶ Εὐπατόριόν τι, κτίσαντος…
Strabo, Geography
-
…οἵ τε κατὰ στάσιν ἐκπίπτοντες τῶν πόλεων καὶ οἱ διαφυγόντες ἐκ τῶν κατεστραμμένων, πλῆθος οὐκ ὀλίγον, ἀνακτίζουσιν Ἰόππην ὁρμητήριον σφίσιν, ἐρημωθεῖσαν ὑπὸ Κεστίου πρότερον, καὶ τῆς χώρας ἐκπεπολεμωμένης ἀνειργόμενοι μεταβαίνειν ἔγνωσαν εἰς τὴν θάλασσαν. πηξάμενοί τε…
Flavius Josephus, Jewish War
-
…δʼ αὐτοῖς ἀπορίαν καὶ δυσχρηστίαν μεγίστην τὸ μήτε τὸν βασιλέα δοκεῖν ἂν βοηθῆσαι χωρὶς τοῦ κομίσασθαι τὸν Ἀκροκόρινθον καὶ λαβεῖν ὁρμητήριον πρὸς τὸν ἐνεστῶτα πόλεμον τὴν τῶν Κορινθίων πόλιν, μήτε τοὺς Ἀχαιοὺς ἂν τολμῆσαι Κορινθίους ἄκοντας ἐγχειρίσαι Μακεδόσι. διὸ…
Polybius, Histories
-
…δʼ ἦν μὲν ἐκ Γορδίου κώμης, ἣν ὕστερον αὐξήσας ἐποίησε πόλιν καὶ προσηγόρευσεν Ἰουλιόπολιν · λῃστηρίῳ δʼ ἐχρῆτο καὶ ὁρμητηρίῳ κατʼ ἀρχὰς τῷ καρτερωτάτῳ τῶν χωρίων ὄνομα Καλλυδίῳ. ὑπῆρξε δʼ Ἀντωνίῳ μὲν χρήσιμος ἐπελθὼν ἐπὶ τοὺς ἀργυρολογοῦντας Λαβιηνῷ καθʼ…
Strabo, Geography
-
…ποιούμενος. οὐ μακρὰν γὰρ τοῦ λόφου τούτου Μοτύη πόλις ἦν ἄποικος Καρχηδονίων, ᾗ μάλιστα ἐχρῶντο κατὰ τῆς Σικελίας ὁρμητηρίῳ · ταύτης γὰρ κρατήσας ἤλπιζεν οὐκ ὀλίγα προτερήσειν τῶν πολεμίων. κατὰ δὲ τὴν ὁδοιπορίαν ἀεὶ παρελάμβανε τοὺς ἐκ τῶν…
Diodorus Siculus, Library
-
…Ἀθηναίοις τὰς ἐν Χερρονήσῳ πόλεις πλὴν Καρδίας ἀπέστειλεν ὁ δῆμος κληρούχους εἰς τὰς πόλεις. Φίλιππος δʼ ὁρῶν τοὺς Μεθωναίους ὁρμητήριον παρεχομένους τὴν πόλιν τοῖς πολεμίοις ἑαυτοῦ πολιορκίαν συνεστήσατο. καὶ μέχρι μέν τινος οἱ Μεθωναῖοι διεκαρτέρουν, ἔπειτα κατισχυόμενοι συνηναγκάσθησαν…
Diodorus Siculus, Library
-
…καὶ τὴν κεφαλὴν ὅλου τοῦ ἔθνους μετενεγκεῖν τὴν λῃστρικὴν τόλμαν, ἀλλὰ καὶ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν. ὁρμητήριον γοῦν αὐτοῖς τοῦτο καὶ καταφυγὴ ταμιεῖόν τε τῶν ἐφʼ ἡμᾶς παρασκευῶν γέγονεν, ὁ δʼ ὑπὸ τῆς οἰκουμένης προσκυνούμενος χῶρος…
Flavius Josephus, Jewish War
-
…οἱ κατασκάπτοντες, οἱ διοικισθέντες ὑπʼ Αἰσχίνου τῷ λόγῳ. ἀντὶ δὲ τοῦ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ὑμῖν παραδοθῆναι, ὁρμητήριʼ ἐφʼ ὑμᾶς ἐν Εὐβοίᾳ Φίλιππος προσκατασκευάζεται καὶ Γεραιστῷ καὶ Μεγάροις ἐπιβουλεύων διατελεῖ. ἀντὶ δὲ τοῦ τὸν Ὠρωπὸν ὑμῖν ἀποδοθῆναι…
Demosthenes, Speeches
-
…οὖσαν πρὸς τὰς παρασκευὰς καὶ βαρυτάτην ἅμα τῆς αὑτῶν ἐπαρχίας εἰς ταύτην συνήθροισαν τά τε χορήγια καὶ τὰς δυνάμεις, ὁρμητηρίῳ κρίνοντες χρῆσθαι ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον. τῶν δὲ Ῥωμαίων οἱ μὲν πρὸς τὸν Ἱέρωνα ποιησάμενοι στρατηγοὶ τὰς…
Polybius, Histories
-
…δὲ Κνίδου μέχρι Σινώπης Ἕλληνες τὴν Ἀσίαν παροικοῦσιν, οὓς οὐ δεῖ πείθειν ἀλλὰ μὴ κωλύειν πολεμεῖν. καίτοι τοιούτων ὁρμητηρίων ὑπαρξάντων, καὶ τοσούτου πολέμου τὴν Ἀσίαν περιστάντος, τί δεῖ τὰ συμβησόμενα λίαν ἀκριβῶς ἐξετάζειν ; ὅπου γὰρ μικρῶν…
Isocrates, Speeches