ὁρμέω
ὁρμέω, to be moored, lie at anchor
- to be moored, lie at anchor, of a ship, ἐν Ἐλαιοῦντι Hdt. 7.22; πρὸς γῇ ib. 188; ἀκταῖσιν E. Or. 55; ἐν λιμένι Th. 1.52; opp. μετέωρος ὁ., Id. 4.26; οὗ ναῦς ὁρμεῖ E. IT 1043; ἐνταῦθα D. 35.29; κατὰ τὴν Κύρου σκηνήν X. An. 1.4.3:—Med., πρόκροσσαι ὁρμέοντο ἐς πόντον moored themselves, came to anchor, Hdt. 7.188 codd. (ὅρμεον τὸ is prob. cj.).
- II prov. phrases, ἐπὶ δυοῖν ἀγκύραιν ὁ., etc., v. ἄγκυρα: metaph., ἐπὶ σμικροῖς μέγας ὁ. S. OC 148 (anap.); ἐπὶ τῆς ἐκείνων ἀρετῆς ὁ. Aristid. 1.134 J.; ἐπὶ τῆς ποιητικῆς δυνάμεως Luc. Dem. Enc. 18.
- to be moored, lie at anchor, of a ship, Hdt., Eur., etc.:—proverb. phrases, ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν, v. ἄγκυρα; μέγας ἐπὶ σμικροῖς ὁρμεῖν to be dependent on small matters, Soph.
-
…οἱ δʼ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους ἀπολαβόντες ἀπέπλευσαν εἰς Νότιον, κἀκεῖ θάψαντες αὐτοὺς ἔπλεον εὐθὺ Λέσβου καὶ Ἑλλησπόντου. ὁρμοῦντες δὲ ἐν Μηθύμνῃ τῆς Λέσβου εἶδον παραπλεούσας ἐξ Ἐφέσου τὰς Συρακοσίας ναῦς πέντε καὶ εἴκοσι · καὶ ἐπʼ αὐτὰς ἀναχθέντες…
Xenophon, Hellenica
-
…ἐποίει τέτταρας ἡμέρας · καὶ οἱ Ἀθηναῖοι ἐπανήγοντο. Ἀλκιβιάδης δὲ κατιδὼν ἐκ τῶν τειχῶν τοὺς μὲν Ἀθηναίους ἐν αἰγιαλῷ ὁρμοῦντας καὶ πρὸς οὐδεμιᾷ πόλει, τὰ δʼ ἐπιτήδεια ἐκ Σηστοῦ μετιόντας πεντεκαίδεκα σταδίους ἀπὸ τῶν νεῶν, τοὺς δὲ πολεμίους…
Xenophon, Hellenica
-
…ἀπὸ τῶν νεῶν, τοὺς δὲ πολεμίους ἐν λιμένι καὶ πρὸς πόλει ἔχοντας πάντα, οὐκ ἐν καλῷ ἔφη αὐτοὺς ὁρμεῖν, ἀλλὰ μεθορμίσαι εἰς Σηστὸν παρῄνει πρός τε λιμένα καὶ πρὸς πόλιν · οὗ ὄντες ναυμαχήσετε, ἔφη, ὅταν…
Xenophon, Hellenica
-
…τριάκοντα νῆες καὶ τῶν Κερκυραίων ὅσαι πλώιμοι ἦσαν ἐπέπλευσαν ἐπὶ τὸν ἐν τοῖς Συβότοις λιμένα, ἐν ᾧ οἱ Κορίνθιοι ὥρμουν, βουλόμενοι εἰδέναι εἰ ναυμαχήσουσιν. οἱ δὲ τὰς μὲν ναῦς ἄραντες ἀπὸ τῆς γῆς καὶ παραταξάμενοι μετεώρους ἡσύχαζον ,…
Thucydides, The Peloponnesian War
-
…καὶ τὴν μίαν ναῦν τῶν Ἀθηναίων τὴν ὑπόλοιπον ἐδίωκε Λευκαδία ναῦς μία πολὺ πρὸ τῶν ἄλλων. ἔτυχε δὲ ὁλκὰς ὁρμοῦσα μετέωρος, περὶ ἣν ἡ Ἀττικὴ ναῦς φθάσασα καὶ περιπλεύσασα τῇ Λευκαδίᾳ διωκούσῃ ἐμβάλλει μέσῃ καὶ καταδύει. τοῖς μὲν…
Thucydides, The Peloponnesian War
-
…τεσσάρων ταξάμενοι τὰς ναῦς ἐπὶ τὴν ἑαυτῶν γῆν, ἔσω ἐπὶ τοῦ κόλπου, δεξιῷ κέρᾳ ἡγουμένῳ, ὥσπερ καὶ ὥρμουν · ἐπὶ δʼ αὐτῷ εἴκοσιν ἔταξαν τὰς ἄριστα πλεούσας, ὅπως, εἰ ἄρα νομίσας ἐπὶ τὴν Ναύπακτον αὐτοὺς πλεῖν…
Thucydides, The Peloponnesian War
-
…νεωτεριούντων. ἐν τούτῳ δὲ ἀποστέλλουσι καὶ ἐς τὴν Λακεδαίμονα πρέσβεις τριήρει, λαθόντες τὸ τῶν Ἀθηναίων ναυτικόν, οἳ ὥρμουν ἐν τῇ Μαλέᾳ πρὸς βορέαν τῆς πόλεως · οὐ γὰρ ἐπίστευον τοῖς ἀπὸ τῶν Ἀθηναίων προχωρήσειν. καὶ οἱ μὲν…
Thucydides, The Peloponnesian War
-
…τίς σοι λόγῳ μὲν οὐκ ἔχειν καθʼ ἕκαστον τὸ ἐρωτώμενον ἐναντιοῦσθαι, ἔργῳ δὲ ὁρᾶν, ὅσοι ἂν ἐπὶ φιλοσοφίαν ὁρμήσαντες μὴ τοῦ πεπαιδεῦσθαι ἕνεκα ἁψάμενοι νέοι ὄντες ἀπαλλάττωνται, ἀλλὰ μακρότερον ἐνδιατρίψωσιν, τοὺς μὲν πλείστους καὶ πάνυ ἀλλοκότους γιγνομένους…
Plato, Republic
-
…δοκεῖ παρεσκευάσθαι ἡ τῶν τραγῳδιῶν ποίησις ; δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὅτι πρὸς τὴν ἡδονὴν μᾶλλον ὥρμηται καὶ τὸ χαρίζεσθαι τοῖς θεαταῖς. οὐκοῦν τὸ τοιοῦτον, ὦ Καλλίκλεις, ἔφαμεν νυνδὴ κολακείαν εἶναι ; πάνυ γε…
Plato, Gorgias
-
…τὰ λεγόμενα συνιῶμεν, τί τε διανοούμενος εἶπε πολὺ πλέον λειπώμεθα, καὶ τὸ μέγιστον, οὗ ἕνεκα ὁ λόγος ὥρμηται, ἐπιστήμης πέρι τί ποτʼ ἐστίν, ἄσκεπτον γένηται ὑπὸ τῶν ἐπεισκωμαζόντων λόγων, εἴ τις αὐτοῖς πείσεται · ἄλλως…
Plato, Theaetetus