ὄροφος
ὄροφος, the reeds used for thatching houses
- reed used for thatching houses, described as λαχνήεις, Il. 24.451: distd. fr. κάλαμος, etc., Arist. Fr. 268.
- II = ὀροφή, roof, Orac. ap. Hdt. 7.140, A. Supp. 650 (lyr.), Ar. Lys. 229, Th. 1.134, Pl. R. 417a, etc.: pl., ὀρόφους Φοίβου, i.e. his temple, E. Ion 89 (anap.).
- 2 cover of a wagon, Paus. 1.19.1.
-ου, ὁ
[as ὀροφή.]
Reeds used for thatching, thatch : ὄροφον ἀμήσαντες Il. 24.451.
- Iin collective sense, the reeds used for thatching houses, Il.
- II= ὀροφή, a roof, Orac. ap. Hdt., Aesch., etc.
-
…ἔθεντʼ ἀτιμώ σαντες ἔριν γυναικῶν, Δῖον ἐπιδόμενοι πράκτορά τε σκοπὸν δυσπολέμητον, ὃν οὐ τίς ἂν δόμος ἔχοι ἐπʼ ὀρόφων μιαί νοντα ; βαρὺς δʼ ἐφίζει. ἅζονται γὰρ ὁμαίμους Ζηνὸς ἵκτορας ἁγνοῦ. τοιγάρτοι καθαροῖσι βω μοῖς θεοὺς ἀρέσονται…
Aeschylus, Suppliant Women
-
…Κωλιάδι τὰς αὐτάς. ἔστι δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Φαληροῦ ναὸς Ἥρας οὔτε θύρας ἔχων οὔτε ὄροφον · Μαρδόνιόν φασιν αὐτὸν ἐμπρῆσαι τὸν Γωβρύου. τὸ δὲ ἄγαλμα τὸ νῦν δή, καθὰ λέγουσιν, Ἀλκαμένους ἐστὶν…
Pausanias, Description of Greece
-
…ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι δοῦρʼ ἐλάτης κέρσαντες · ἀτὰρ καθύπερθεν ἔρεψαν λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες · ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι · θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς εἰλάτινος ,…
Homer, Iliad
-
…ἀλλὰ μόνοις αὐτοῖς τῶν ἐν τῇ πόλει μεταχειρίζεσθαι καὶ ἅπτεσθαι χρυσοῦ καὶ ἀργύρου οὐ θέμις, οὐδʼ ὑπὸ τὸν αὐτὸν ὄροφον ἰέναι οὐδὲ περιάψασθαι οὐδὲ πίνειν ἐξ ἀργύρου ἢ χρυσοῦ. καὶ οὕτω μὲν σῴζοιντό τʼ ἂν καὶ σῴζοιεν τὴν πόλιν…
Plato, Republic
-
…Δελφῶν λαὸν ἐς θοίνην καλῶν. λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρα κατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν. πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων, ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ. ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ…
Euripides, Ion
-
…ἀπόδειξιν πρὸς τὸν πατέρα ὧν ἐτόλμησαν. ἐπʼ ἄκρᾳ δέ ἐστι τῇ Λαρίσῃ Διὸς ἐπίκλησιν Λαρισαίου ναός, οὐκ ἔχων ὄροφον · τὸ δὲ ἄγαλμα ξύλου πεποιημένον οὐκέτι ἑστηκὸς ἦν ἐπὶ τῷ βάθρῳ. καὶ Ἀθηνᾶς δὲ ναός ἐστι θέας ἄξιος…
Pausanias, Description of Greece
-
…ταλαιπωροίη, ἡσύχαζεν. οἱ δὲ τὸ παραυτίκα μὲν ὑστέρησαν τῇ διώξει, μετὰ δὲ τοῦτο τοῦ τε οἰκήματος τὸν ὄροφον ἀφεῖλον καὶ τὰς θύρας ἔνδον ὄντα τηρήσαντες αὐτὸν καὶ ἀπολαβόντες ἔσω ἀπῳκοδόμησαν, προσκαθεζόμενοί τε ἐξεπολιόρκησαν λιμῷ. καὶ μέλλοντος…
Thucydides, The Peloponnesian War
-
…ἦν ; τὸν Λυδὸν καὶ Ἀστυάγην τὸν Κυαξάρου βασιλεύοντα ἐν Μήδοις. ἐν δὲ Ὀλυμπίᾳ λέβης ἐπίχρυσος ἐπὶ ἑκάστῳ τοῦ ὀρόφου τῷ πέρατι ἐπίκειται καὶ Νίκη κατὰ μέσον μάλιστα ἕστηκε τὸν ἀετόν, ἐπίχρυσος καὶ αὕτη. ὑπὸ δὲ τῆς Νίκης…
Pausanias, Description of Greece
-
…ἔλεγεν ὁ τῶν Ὀλυμπίασιν ἐξηγητής, οὔ με εἰκὸς ἦν παριδεῖν · ὃς ἐπὶ τῆς ἡλικίας ἔφη τῆς ἑαυτοῦ τὸν ὄροφον τοῦ Ἡραίου πεπονηκότα ἐπανορθουμένων Ἠλείων ὁπλίτου νεκρὸν τραύματα ἔχοντα μεταξὺ ἀμφοτέρων εὑρεθῆναι, τῆς τε ἐς εὐπρέπειαν στέγης καὶ τῆς…
Pausanias, Description of Greece
-
…Διονύσου ναὸς Νυκτελίου, πεποίηται δὲ Ἀφροδίτης Ἐπιστροφίας ἱερὸν καὶ Νυκτὸς καλούμενόν ἐστι μαντεῖον καὶ Διὸς Κονίου ναὸς οὐκ ἔχων ὄροφον. τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα Βρύαξις καὶ αὐτὸ καὶ τὴν Ὑγείαν ἐποίησεν. ἐνταῦθα καὶ τῆς Δήμητρος τὸ καλούμενον…
Pausanias, Description of Greece