Διοτρεφής
- cherished by Zeus, of kings and nobles, Hom.
-
…ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς ἐν χείρεσσι…
Homer, Iliad
-
…Ἀχαιῶν, αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν · ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης · ἀνὰ δὲ σχέο κηδόμενός περ, μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι…
Homer, Iliad
-
…πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής · μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω · σὺ δὲ δέξαι ἄποινα πολλά…
Homer, Iliad
-
…προφερεστάτη ἐστὶν ἁπασέων. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα · οἱ δέ…
Hesiod, Theogony
-
…ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος · Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα γιγνώσκειν ὅτι πῆμα…
Homer, Iliad
-
…, ἄγει δέ τε λαίλαπα πολλήν, ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα · τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. καὶ τοὺς μὲν γήθησεν ἰδὼν…
Homer, Iliad
-
…βάλετʼ ὤμοις ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο · Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν · ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι…
Homer, Odyssey
-
…τετιημένη ἦτορ στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη · ἀμφὶ δὲ πέπλος κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο παῖδʼ ὑπὸ κόλπῳ…
NA, Homeric Hymns
-
…ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα · καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις, πάντα τάδʼ ἐλθόντες καταλέξομεν · αἲ γὰρ ἐγὼν ὣς νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ…
Homer, Odyssey
-
…ἠὲ λεβήτων, ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα · Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ · οὐ γὰρ ὄπισθεν οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν ·…
Homer, Odyssey