Θρᾷξ
Θρᾷξ, a Thracian
- Thracian: Ep. and Ion. Θρήϊξ, ϊκος [ῐ, but ῑ in Nic. Th. 49, Call. Aet. Oxy. 2079.13 [Fr. 1.13 Pf.], A.R. 1.24, 632, etc.], Il. 4.533, Hdt. 1.28, etc.: Ep. and Trag. contr. Θρῇξ, Θρῃκός, Il. 24.234, etc., to be read for Θρᾷξ in E. Hec. 428, Fr. 360.48; Ion. dat. pl. Θρήϊξιν [⏑_⏑] Archil. Supp. 4.48:—fem. Θρᾷσσα (q.v.).
- a Thracian; Ionic Θρηΐξ, ΐκος, pl. Θρηΐκες [ῐ], Il., Hdt., etc.; Epic contr. Θρῇξ, Θρῃκός, Il., Trag., etc.
-
…. καλὴ μὲν οὖν μοι καὶ ἡ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον. προσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ. κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος ὁ Κεφάλου…
Plato, Republic
-
…καταστρεψάμενος ὁ Κροῖσος. εἰσὶ δὲ οἵδε, Λυδοί, Φρύγες, Μυσοί, Μαριανδυνοί, Χάλυβες, Παφλαγόνες, Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί, Κᾶρες, Ἴωνες, Δωριέες, Αἰολέες, Πάμφυλοι κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου…
Herodotus, The Histories
-
…οἱ Γέται καὶ οἱ ταύτῃ ὅμοροί τε τοῖς Σκύθαις καὶ ὁμόσκευοι, πάντες ἱπποτοξόται. παρεκάλει δὲ καὶ τῶν ὀρεινῶν Θρᾳκῶν πολλοὺς τῶν αὐτονόμων καὶ μαχαιροφόρων, οἳ Δῖοι καλοῦνται, τὴν Ῥοδόπην οἱ πλεῖστοι οἰκοῦντες · καὶ τοὺς μὲν μισθῷ…
Thucydides, The Peloponnesian War
-
…Σιτάλκου πατὴρ πρῶτος Ὀδρύσαις τὴν μεγάλην βασιλείαν ἐπὶ πλέον τῆς ἄλλης Θρᾴκης ἐποίησεν · πολὺ γὰρ μέρος καὶ αὐτόνομόν ἐστι Θρᾳκῶν. Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπʼ Ἀθηνῶν σχόντι γυναῖκα προσήκει ὁ Τήρης οὗτος οὐδέν, οὐδὲ τῆς αὐτῆς…
Thucydides, The Peloponnesian War
-
…ηὔδα · χαῖρε θεὰ τοῖσδεσσι · σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ πάντων ἀθανάτων ἐπιδωσόμεθʼ · ἀλλὰ καὶ αὖτις πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας θῆκεν ἀνὰ μυρίκην · δέελον…
Homer, Iliad
-
…γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα πύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί, καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας · ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται ψυχή, πατρῴα…
Euripides, Hecuba
-
…ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα ; εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων · ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ…
Homer, Iliad
-
…, ἵππους δὲ προσμεταπεμψάμενοι ἀπὸ τῶν ἄνω ξυμμάχων, ὅπῃ δοκοίη, ὀλίγοι πρὸς πολλοὺς ἐσέβαλλον ἐς τὸ στράτευμα τῶν Θρᾳκῶν. καὶ ᾗ μὲν προσπέσοιεν, οὐδεὶς ὑπέμενεν ἄνδρας ἱππέας τε ἀγαθοὺς καὶ τεθωρακισμένους, ὑπὸ δὲ πλήθους περικλῃόμενοι αὑτοὺς…
Thucydides, The Peloponnesian War
-
…γυναῖκας εὔιόν τε πῦρ, φιλαύλους τʼ ἠρέθιζε Μούσας. παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸς ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης δισσοῖσι Φινείδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις ἀραχθέντων…
Sophocles, Antigone
-
…καὶ ἐπὶ σφᾶς ὁ στρατὸς χωρήσῃ, καὶ ἐν παρασκευῇ ἦσαν. ἐφοβήθησαν δὲ καὶ οἱ πέραν Στρυμόνος πρὸς βορέαν Θρᾷκες, ὅσοι πεδία εἶχον, Παναῖοι καὶ Ὀδόμαντοι καὶ Δρῶοι καὶ Δερσαῖοι · αὐτόνομοι δʼ εἰσὶ πάντες. παρέσχε δὲ…
Thucydides, The Peloponnesian War