Πελασγός
Πελασγός, a Pelasgian
- Pelasgian, Il. 2.843, 17.288: in pl., 2.840, 10.429, Od. 19.177, Hdt. 1.57, etc.; Δωδώνην Πελασγῶν ἕδρανον Hes. Fr. 212; used generally for Greeks, E. Or. 857; Τυρσηνοὶ Π. S. Fr. 270 (anap.); cf. πελαργός II.
- 1pelasgian, from Thessalian Pelasgiotis. Πελασγὸν ἵππον ἢ κύνα Ἀμυκλάιαν μιμέο (Meineke: ἀπέλαστον codd.) *fr. 107a. 1.*
- a Pelasgian; in Il., the Pelasgians appear among the allies of the Trojans; in Od. we hear of them in Crete; but in Il., Achilles prays to Dodonaean Zeus as Pelasgian, and τὸ Πελασγικὸν Ἄργος was Thessalian Argos, the original seat of the Hellenes; Hdt. contrasts them with the Hellenes; but Πελασγοί is used for Greeks in Eur., as in Virg.
-
…φάλαγγας οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος · τάχα…
Homer, Iliad
-
…λεύσσων τάσδʼ ἕδρας κατασκίους. βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος. Παλαίχθονος τέκος, κλῦθί μου πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ. ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις ἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ…
Aeschylus, Suppliant Women
-
…πέλειν. τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε. δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς δῆμος Πελασγῶν · Ζεὺς δʼ ἐπέκρανεν τέλος ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. Ζεὺς δʼ ἐφορεύοι…
Aeschylus, Suppliant Women
-
…καρτερόν, τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα λέγων διπλοῦν μίασμα πρὸ…
Aeschylus, Suppliant Women
-
…ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι οἴκεον δὲ τηνικαῦτα γῆν τὴν νῦν Θεσσαλιῶτιν καλεομένην, καὶ τῶν Πλακίην τε καὶ Σκυλάκην Πελασγῶν οἰκησάντων ἐν Ἑλλησπόντῳ, οἳ σύνοικοι ἐγένοντο Ἀθηναίοισι, καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε · εἰ…
Herodotus, The Histories
-
…γλῶσσαν ἵεσαν οἱ Πελασγοί, οὐκ ἔχω ἀτρεκέως εἰπεῖν. εἰ δὲ χρεόν ἐστι τεκμαιρόμενον λέγειν τοῖσι νῦν ἔτι ἐοῦσι Πελασγῶν τῶν ὑπὲρ Τυρσηνῶν Κρηστῶνα πόλιν οἰκεόντων, οἳ ὅμουροί κοτε ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι οἴκεον δὲ τηνικαῦτα γῆν τὴν…
Herodotus, The Histories
-
…Ἀθηναίοισι, καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε · εἰ τούτοισι τεκμαιρόμενον δεῖ λέγειν, ἦσαν οἱ Πελασγοὶ βάρβαρον γλῶσσαν ἱέντες. εἰ τοίνυν ἦν καὶ πᾶν τοιοῦτο τὸ Πελασγικόν, τὸ Ἀττικὸν ἔθνος ἐὸν Πελασγικὸν ἅμα τῇ…
Herodotus, The Histories
-
…ἀποσπάσας κόμης, ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων. οὗτος, τί ποιεῖς ; ἐκ ποίου φρονήματος ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα ; ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν ; κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν · καὶ…
Aeschylus, Suppliant Women
-
…Πελασγῶν ἐγχεσιμώρων τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον · τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος, υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν…
Homer, Iliad
-
…. τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. καὶ πᾶσαν αἶαν, ἧς διʼ ἁγνὸς ἔρχεται Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ…
Aeschylus, Suppliant Women