αἰγίοχος
αἰγίοχος, Aegis-bearing
- aegis-bearing, epith. of Zeus, Il. 2.375, al., Alc. 85, Emp. 142, etc.
[αἰγίς + ὀχ-, ἔχω.]
Aegis-bearing.
Epithet of Zeus Il. 1.202, Il. 2.157, Il. 3.426, etc.: Od. 3.42, Od. 4.752, Od. 5.103, etc.
- Aegis-bearing, of Zeus, Hom.
-
…, ἐν δὲ κρυόεσσα Ἰωκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν · ἐς δʼ ὄχεα φλόγεα ποσὶ…
Homer, Iliad
-
…ἐϋκνήμιδας Ἀχαιούς · κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο ἀνδράσι τερπόμενοι · τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον…
Homer, Iliad
-
…ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε · τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, τὸν…
Homer, Odyssey
-
…ἀνδράσιν εὐνηθεῖσαι ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο .…
Hesiod, Theogony
-
…νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ · κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω κινύμενος · νῦν αὖτε μάλιστά…
Homer, Iliad
-
…ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν · ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων. τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο καὶ τε…
NA, Homeric Hymns
-
…γυναικῶν. τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα · ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ · ἤλυθες ἐκ πολέμου · ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ…
Homer, Iliad
-
…αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ · ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας, αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε…
Homer, Odyssey
-
…Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί ; ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων · ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην…
Homer, Iliad
-
…, ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε μύθῳ Ἀθηναίης · ἣ δʼ Οὔλυμπόνδε βεβήκει δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο · οἰνοβαρές…
Homer, Iliad