κλάδος
κλάδος, a young slip
- branch, shoot of a tree, Arist. Juv. 468b25, GA 752a20; twig, opp. ἀκρεμών, Thphr. HP 1.1.9, 1.10.7: generally, branch, τῆς ἐλαίης τοὺς κλάδους Hdt. 7.19: presented by suppliants, ἐλαίας θʼ ὑψιγέννητον κλάδον A. Eu. 43, cf. Supp. 22 (anap.), S. OT 3, 143; also of laurel branches used in temples, E. Ion 80.
- 2 plank, POxy. 1738.4, al. (iii A.D.).
- 3 branch of a blood-vessel, Gal. 15.141.
- 4 metaph., ἀπὸ νώτοιο δύο κλάδοι ἀΐσσονται two arms, Emp. 29.1.
- 5 κ. ἐλέας, of a young girl, Epigr.Gr. 368.7:—metapl. forms, dat. κλαδί Scol. 9, prob. in SIG 1025.33 (Cos, iv/iii B.C.); τῇ κ. Ael. NA 4.38 codd. (cf. Eust. 58.37); τῷ κ. Choerob. in Theod. 1.138; acc. κλάδα Lyr.Adesp. 122; cf. κλάδα[ν]· κλάδον, Hsch.; gen. pl. κλαδέων prob. in Philox. 1.3; dat. pl. κλάδεσι Ar. Av. 239 (lyr.), Ep. κλαδέεσσι Nic. Fr. 74.19; acc. κλάδας ib. 53.
- a young slip or shoot broken off: esp. an olive-branch wound round with wool and presented by suppliants, Hdt., Aesch., Soph.
-
…, εἴτʼ οὖν ἀληθεῖς εἴτʼ ὀνειράτων δίκην τερπνὸν τόδʼ ἐλθὸν φῶς ἐφήλωσεν φρένας. κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιον κλάδοις ἐλαίας · μαρτυρεῖ δέ μοι κάσις πηλοῦ ξύνουρος διψία κόνις τάδε, ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα ὕλης…
Aeschylus, Agamemnon
-
…ἐστὶ Διονύσου πάρα. ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα, πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον, μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ · μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν…
Euripides, Bacchae
-
…ἀδάματον ἐκφυγεῖν. εἰ δὲ μή, μελανθὲς ἡλιόκτυπον γένος τὸν γάιον, τὸν πολυξενώτατον Ζῆνα τῶν κεκμηκότων ἱξόμεθα σὺν κλάδοις ἀρτάναις θανοῦσαι, μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων. ἆ Ζήν, Ἰοῦς ἰῷ μῆνις μάστειρʼ ἐκ θεῶν · κοννῶ δʼ…
Aeschylus, Suppliant Women
-
…ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον ἱκτῆρος · ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ πάντες πολῖται…
Aeschylus, Suppliant Women
-
…. ὦ Σεμέλας τροφοὶ Θῆ βαι, στεφανοῦσθε κισσῷ · βρύετε βρύετε χλοήρει μίλακι καλλικάρπῳ καὶ καταβακχιοῦσθε δρυὸς ἢ ἐλάτας κλάδοισι, στικτῶν τʼ ἐνδυτὰ νεβρίδων στέφετε λευκοτρίχων πλοκάμων μαλλοῖς · ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς ὁσιοῦσθʼ · αὐτίκα γᾶ πᾶσα χορεύσει…
Euripides, Bacchae
-
…δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ ἕδραν ἔχοντα προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ · τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος…
Aeschylus, Eumenides
-
…θεῶν. τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι · ἐγὼ δὲ πῶς δρῶ ; ποῦ θράσος νέμεις ἐμοί ; κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. λευρὸν κατʼ ἄλσος νῦν…
Aeschylus, Suppliant Women
-
…κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος · ἢ γὰρ εὐτυχεῖς σὺν τῷ θεῷ φανούμεθʼ…
Sophocles, Oedipus Tyrannus
-
…χείρεσσι κίσσινον λαβὼν πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ, ἕως ἐθέρμηνʼ αὐτὸν ἀμφιβᾶσα φλὸξ οἴνου. στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις, ἄμουσʼ ὑλακτῶν · δισσὰ δʼ ἦν μέλη κλύειν · ὁ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν οὐδὲν…
Euripides, Alcestis
-
…δὲ χώραν οὔτε κηρύκων ὕπο, ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις · μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ .…
Aeschylus, Suppliant Women