μέτοικος
μέτοικος, settler from abroad, resident alien; adj. changing oneʼs abode
- settler from abroad, alien resident in a foreign city, denizen, A. Th. 548, Supp. 994, Hdt. 4.151, etc.; esp. at Athens, Th. 2.13, And. 1.15, etc.; ξένος λόγῳ μ., opp. ἐγγενής, S. OT 452, cf. Ar. Ach. 508, Eq. 347, SIG 799.25 (Cyzic., i A.D.); μ. γῆς one who has settled in a country, A. Pers. 319; μ. δόμων, χώρας, Id. Ch. 971 (lyr.), S. OC 934; ἐν τῇ τῶν πλησίον And. 1.144; βροτοῖς οὔτε <νεκρὸς> νεκροῖσιν μέτοικος, οὐ ζῶσιν, οὐ θανοῦσιν whose home is neither with the living nor the dead, S. Ant. 852 (lyr.): metaph., of birds, as sojourners in the heavens, A. Ag. 57 (anap.).
- 2 occupant of the same house with another, Sammelb. 5837 (ii A.D.).
- Ichanging oneʼs abode, emigrating and settling elsewhere, Hdt.
- IIas Subst. μέτοικος, ὁ, ἡ, an alien settled in a foreign city, a settler, emigrant, sojourner, Aesch., etc.; μ. γῆς one who has settled in a country, Aesch.
- 2at Athens, a resident alien, who paid a tax (μετοίκιον) , but enjoyed no civic rights, Thuc., etc.
-
…ἐμαυτοῦ πρῶτον εἰπὼν καὶ περὶ τῶν ὑμετέρων ἀναμνῆσαι πειράσομαι. Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων, ὡς εἶέν τινες τῇ πολιτείᾳ ἀχθόμενοι · καλλίστην οὖν εἶναι πρόφασιν τιμωρεῖσθαι μὲν δοκεῖν, τῷ δʼ ἔργῳ χρηματίζεσθαι…
Lysias, Speeches
-
…τοῦτο εἰκὸς αὐτῷ πιστεύειν, εἴπερ ἀληθῆ λέγει φάσκων ἀντειπεῖν, ὡς αὐτῷ προσετάχθη. οὐ γὰρ δήπου ἐν τοῖς μετοίκοις πίστιν παρʼ αὐτοῦ ἐλάμβανον. ἔπειτα τῷ ἧττον εἰκὸς ἦν προσταχθῆναι ἢ ὅστις ἀντειπών γε ἐτύγχανε καὶ γνώμην ἀποδεδειγμένος ;…
Lysias, Speeches
-
…ἀπέκτεινον, πολλοὺς δὲ χρημάτων. ἔδοξε δʼ αὐτοῖς, ὅπως ἔχοιεν καὶ τοῖς φρουροῖς χρήματα διδόναι, καὶ τῶν μετοίκων ἕνα ἕκαστον λαβεῖν, καὶ αὐτοὺς μὲν ἀποκτεῖναι, τὰ δὲ χρήματα αὐτῶν ἀποσημήνασθαι. ἐκέλευον δὲ καὶ τὸν Θηραμένην…
Xenophon, Hellenica
-
…ἀνεχώρησαν αἱ νῆες ἐς τὰς Ἀθήνας. περὶ δὲ τὸ φθινόπωρον τοῦ θέρους τούτου Ἀθηναῖοι πανδημεί, αὐτοὶ καὶ οἱ μέτοικοι, ἐσέβαλον ἐς τὴν Μεγαρίδα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος. καὶ οἱ περὶ Πελοπόννησον Ἀθηναῖοι ἐν ταῖς ἑκατὸν ναυσίν ἔτυχον…
Thucydides, The Peloponnesian War
-
…τοὺς τεκόντας πανδίκως μεμνημένος τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ. εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων, εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον, θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. νῦν γὰρ λέβητος χαλκέου πλευρώματα σποδὸν…
Aeschylus, Libation Bearers
-
…ἀντεῖπον δὲ καὶ ὅτε τῶν μετοίκων ἕνα ἕκαστον λαβεῖν ἔφασαν χρῆναι · εὔδηλον γὰρ ἦν ὅτι τούτων ἀπολομένων καὶ οἱ μέτοικοι ἅπαντες πολέμιοι τῇ πολιτείᾳ ἔσοιντο. ἀντεῖπον δὲ καὶ ὅτε τὰ ὅπλα τοῦ πλήθους παρῃροῦντο, οὐ νομίζων χρῆναι ἀσθενῆ…
Xenophon, Hellenica
-
…πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ. καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος, σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο. Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι πένθος παρασχών ,…
Aeschylus, Persians
-
…δωμάτων, ὅταν ἀφʼ ἑστίας πᾶν ἐλαθῇ μύσος καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν ἰδεῖν ἀκοῦσαι πρευμενεῖς μετοίκοις δόμων πεσοῦνται πάλιν. πάρα τε φῶς ἰδεῖν ; μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων. ἄναγε μὰν δόμοι · πολὺν…
Aeschylus, Libation Bearers
-
…οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου · ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν. προβᾶσʼ ἐπʼ ἔσχατον θράσους ὑψηλὸν ἐς Δίκας βάθρον προσέπεσες, ὦ τέκνον, πολύ…
Sophocles, Antigone
-
…. τοσοῦτοι γὰρ ἐφύλασσον τὸ πρῶτον ὁπότε οἱ πολέμιοι ἐσβάλοιεν, ἀπό τε τῶν πρεσβυτάτων καὶ τῶν νεωτάτων, καὶ μετοίκων ὅσοι ὁπλῖται ἦσαν. τοῦ τε γὰρ Φαληρικοῦ τείχους στάδιοι ἦσαν πέντε καὶ τριάκοντα πρὸς τὸν κύκλον τοῦ ἄστεως ,…
Thucydides, The Peloponnesian War