μήπω
μήπω, not yet
- I as Adv. not yet, Od. 22.431, etc.; ἀλλὰ μήπω τοῦτο (sc. σκοπεῖτε) D. 21.90: in expostulation, μή τώ τι μεθίετε Il. 4.234, 17.422, etc.; μήπω γε nay, not yet, A. Pr. 631: folld. by πρίν, Il. 18.134, S. Ph. 961, 1409 (anap.): c. opt. precantis, μήπω μανείη E. Hec. 1278; μήπω νοῦ τοσόνδʼ εἴην κενή S. El. 403.
- II as Conj., lest yet, κελόμην ἐπιβαινέμεν . ., μή πώ τις . . λάθηται Od. 9.102 (v. l.).
- or μή, πω,
- Ias adv. not yet, Lat. nondum, Od., Attic
- IIas Conj. that not yet, lest yet, Od., etc.
-
…; καταλύει δʼ, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου · ἀλλʼ ἴωμεν. καὶ ἐγὼ εἶπον · μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν πρῲ γάρ ἐστιν ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως…
Plato, Protagoras
-
…κατὰ τούτους ζῆν κατὰ παράδειγμα, ἵνα μὴ αὐτοὶ ἐφʼ αὑτῶν εἰκῇ πράττωσιν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφίδι οὕτω τὸ γραμματεῖον διδόασιν καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφήγησιν τῶν γραμμῶν…
Plato, Protagoras
-
…θράξαι φρένας. μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ. ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή. μήπω γε · μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε. τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας ·…
Aeschylus, Prometheus Bound
-
…αὐτοὺς καὶ ξυναγαγόντες τὰ στρατόπεδα ἡσύχαζον αὐτοῦ τὴν ἡμέραν, ἐς χεῖρας μὲν οὐκ ἰόντων σφίσι τῶν Στρατίων διὰ τὸ μήπω τοὺς ἄλλους Ἀκαρνᾶνας ξυμβεβοηθηκέναι, ἄπωθεν δὲ σφενδονώντων καὶ ἐς ἀπορίαν καθιστάντων · οὐ γὰρ ἦν ἄνευ ὅπλων κινηθῆναι .…
Thucydides, The Peloponnesian War
-
…οἱ Θηβαῖοι ὅτι ἔσοιτο ὁ πόλεμος ἐβούλοντο τὴν Πλάταιαν αἰεὶ σφίσι διάφορον οὖσαν ἔτι ἐν εἰρήνῃ τε καὶ τοῦ πολέμου μήπω φανεροῦ καθεστῶτος προκαταλαβεῖν. ᾗ καὶ ῥᾷον ἔλαθον ἐσελθόντες, φυλακῆς οὐ προκαθεστηκυίας. θέμενοι δὲ ἐς τὴν ἀγορὰν τὰ…
Thucydides, The Peloponnesian War
-
…, ὑπειπόντα οὐκ εἶναι λύσιν τῶν δειμάτων πρὶν ἂν εὑρὼν ἐν ταύτῃ τῇ χώρᾳ κατοικίσηται ἥτις ὅτε ἔκτεινε τὴν μητέρα μήπω ὑπὸ ἡλίου ἑωρᾶτο μηδὲ γῆ ἦν, ὡς τῆς γε ἄλλης αὐτῷ μεμιασμένης. ὁ δʼ ἀπορῶν, ὥς φασι…
Thucydides, The Peloponnesian War
-
…οὐ φήσετε · ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. τίσιν οὖν ὑμεῖς κινδυνεύσαιτʼ ἄν, εἴ τι γένοιτο ; τῷ τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι, τῷ…
Demosthenes, Speeches
-
…ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν · ἢν νεοβρῶτι ἐόντι αὐτέῳ καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ, ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος…
Hippocrates, Regimen in Acute Diseases
-
…. ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι ; τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον ; μήπω μʼ ἐρώτα · τὸν δὲ Λάϊον φύσιν τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων. μέγας, χνοάζων…
Sophocles, Oedipus Tyrannus
-
…οὐδὲ δούλους ἄνευ δεσποτῶν. ὁ δὲ παῖς πάντων θηρίων ἐστὶ δυσμεταχειριστότατον · ὅσῳ γὰρ μάλιστα ἔχει πηγὴν τοῦ φρονεῖν μήπω κατηρτυμένην, ἐπίβουλον καὶ δριμὺ καὶ ὑβριστότατον θηρίων γίγνεται. διὸ δὴ πολλοῖς αὐτὸ οἷον χαλινοῖς τισιν δεῖ δεσμεύειν ,…
Plato, Laws