σκευοφόρος
σκευοφόρος, carrying baggage
- carrying σκεύη, σ. κάμηλοι baggage-camels, Hdt. 1.80; ὑποζύγια X. HG 4.1.24; ὄνος Poll. 1.139; τὰ σ. (sc. κτήνη) pack-animals, Th. 2.79, X. Cyr. 5.4.45, An. 1.3.7, al.: collectively in sg., πᾶν τὸ σ. Plb. 3.79.2, cf. 3.51.6, 12.19.5.
- II Subst., of persons, baggage-carrier, porter, Ar. Ra. 497, IG 42(1).121.79 (Epid., iv B.C.), PAmh. 2.62.13 (ii B.C.); οἱ σ. sutlers, camp-followers, esp. the servants of the ὁπλίτης, who carried his baggage and shield, οἱ σ. τε καὶ τὰ ὑποζύγια Hdt. 7.40.
- Icarrying σκεύη, αἱ σκ. κάμηλοι the baggage- camels, Hdt.; τὰ σκ. (sc. κτήνη) the beasts of burden in an army, Thuc., etc.
- IIas Subst., of persons, a baggage-carrier, porter, Ar.; οἱ σκ. the sutlers, camp-followers, Hdt., Thuc., etc.
-
…ἐπιγίγνεται τῆς νυκτὸς χιὼν παμπλήθης καὶ τῇ ὑστεραίᾳ. οἱ δὲ νιφόμενοι ἀπῆλθον εἰς τὸ ἄστυ, μάλα συχνοὺς τῶν σκευοφόρων ὑπὸ τῶν ἐκ Φυλῆς ἀποβαλόντες. γιγνώσκοντες δὲ ὅτι καὶ ἐκ τῶν ἀγρῶν λεηλατήσοιεν, εἰ μή τις φυλακὴ ἔσοιτο…
Xenophon, Hellenica
-
…οὐ φαίη παρὰ βασιλέα πορεύεσθαι ἐπῄνεσαν · παρὰ δὲ Ξενίου καὶ Πασίωνος πλείους ἢ δισχίλιοι λαβόντες τὰ ὅπλα καὶ τὰ σκευοφόρα ἐστρατοπεδεύσαντο παρὰ Κλεάρχῳ. Κῦρος δὲ τούτοις ἀπορῶν τε καὶ λυπούμενος μετεπέμπετο τὸν Κλέαρχον · ὁ δὲ ἰέναι μὲν οὐκ…
Xenophon, Anabasis
-
…μετὰ τῶν Χαλκιδέων ἱππέων καὶ τῶν προσβοηθησάντων τοῖς Ἀθηναίοις · καὶ ἀναχωροῦσι πρὸς τὰς δύο τάξεις ἃς κατέλιπον παρὰ τοῖς σκευοφόροις. καὶ ὁπότε μὲν ἐπίοιεν οἱ Ἀθηναῖοι, ἐνεδίδοσαν, ἀναχωροῦσι δʼ ἐνέκειντο καὶ ἐσηκόντιζον. οἵ τε ἱππῆς τῶν…
Thucydides, The Peloponnesian War
-
…, καταρρωδήσας τὴν ἵππον ἐποίησε Ἁρπάγου ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε · ὅσαι τῷ στρατῷ τῷ ἑωυτοῦ εἵποντο σιτοφόροι τε καὶ σκευοφόροι κάμηλοι, ταύτας πάσας ἁλίσας καὶ ἀπελὼν τὰ ἄχθεα ἄνδρας ἐπʼ αὐτὰς ἀνέβησε ἱππάδα στολὴν ἐνεσταλμένους, σκευάσας δὲ αὐτοὺς…
Herodotus, The Histories
-
…σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ · ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει. φέρε δὴ ταχέως αὔτʼ · οὐ γὰρ ἀλλὰ πειστέον · καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν ,…
Aristophanes, Frogs
-
…μέν τινες τῶν ξένων ἐστεφάνουν ἤδη τὸν Ἀγησίλαον, ἀγγέλλει δέ τις αὐτῷ ὅτι Θηβαῖοι τοὺς Ὀρχομενίους διακόψαντες ἐν τοῖς σκευοφόροις εἰσί. καὶ ὁ μὲν εὐθὺς ἐξελίξας τὴν φάλαγγα ἦγεν ἐπʼ αὐτούς · οἱ δʼ αὖ Θηβαῖοι ὡς εἶδον τοὺς…
Xenophon, Agesilaus
-
…ἐξ ὑποστροφῆς μαχομένων ἐκτείνοντο πάντοθεν οἱ βάρβαροι. ἐπέκειτο δʼ ὁ βασιλεὺς ἀναιρῶν καὶ τὰ διηρπασμένα, πολλὰ δʼ ἦν σκευοφόρα καὶ ἀνδράποδα, πάντα ἀνασωσάμενος προῄει. καὶ πλειόνων αὐτοῖς ἐπιθεμένων τῶν ἐν τοῖς δρυμῶσιν, οἳ πλησίον τῆς εἰς…
Flavius Josephus, Antiquities of the Jews
-
…κατὰ τὴν ἑαυτῶν ἑκάστους τάξιν ἰέναι, εἰ μή τι ἀναγκαῖον ἀποκωλύοι. καὶ σημεῖον δὲ ἔχων ὁ τοῦ ταξιάρχου σκευοφόρος ἡγεῖτο γνωστὸν τοῖς τῆς ἑαυτοῦ τάξεως · ὥστε ἁθρόοι ἐπορεύοντο, ἐπεμελοῦντό τε ἰσχυρῶς ἕκαστος τῶν ἑαυτοῦ ὡς μὴ ὑπολείποιντο…
Xenophon, Cyropaedia
-
…ὑπὸ Ῥωμαίων ἡγούμενος πολεμεῖσθαι, Γόρδιον ἐς τὰς κώμας ἐσβαλεῖν ἐκέλευσεν. καὶ αὐτίκα ὁ Γόρδιος ὑποζύγιά τε πολλὰ καὶ σκευοφόρα καὶ ἀνθρώπους, ἰδιώτας τε καὶ στρατιώτας, συνήρπαζε, καὶ αὐτῷ Μουρήνᾳ, μέσον λαβὼν ποταμόν, ἀντεκαθέζετο .…
Appian, The Mithridatic Wars
-
…καὶ πεντακισχιλίων. τῶν δὲ ἁρμάτων τὰ μὲν πολλὰ συνετρίβη κατὰ τὸν ἀγῶνα, διακόσια δʼ ἥλω · τὰ δὲ σκευοφόρα καὶ τὰ ζεύγη καὶ τὰ πλήθη τῶν ἁμαξῶν ὑποχείρια τοῖς Ἕλλησιν ἐγένετο. τῶν δʼ ὅπλων τὰ πολλὰ μὲν ὑπὸ…
Diodorus Siculus, Library