ἐξορμέω
ἐξορμέω, to be out of harbour, run out
- to be out of harbour, run to sea, Lycurg. 17, And. 1.11, Is. 6.27: metaph., ἐ. ἐκ τῆς πόλεως Aeschin. 3.209; ἐ. ἐκ τοῦ νοῦ to be out of oneʼs senses, Paus. 3.4.1.
Uebertr., ἐκ τοῦ νοῦ, um seinen Verstand kommen, Paus. 3.4.1.
- to be out of harbour, run out, Aeschin.
-
…τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν. καλῶς. διὸ δή γε καὶ ἴσους πόνους νῦν διδόντες ἁθρόοις ἅμα μὲν ἐξορμῶσιν, ἅμα δὲ καὶ καταπαύουσι δρόμου καὶ πάλης καὶ πάντων τῶν κατὰ τὰ σώματα πόνων. ἔστι ταῦτα. καὶ…
Plato, Statesman
-
…ἔστιν ἀκοῦσαι · πεῖραν δʼ ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα τὶ λέγει. ἐπὶ γὰρ τῇ ἐπὶ στρατείαν ἐξορμῇ Σαννίωνος τοῦ καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλλου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας. ἐγὼ…
Plato, Theages
-
…εἰς τὴν ἐκδικίαν τἀδελφοῦ νομίσαντες αὐτοῖς παραφανῆναι, καὶ λήψεσθαι τὴν ὑπὲρ Ἰωάννου δίκην παρʼ αὐτῶν ἐπὶ πολλῆς ἐξουσίας ὑπολαβόντες ἐξώρμησαν εἰς τὰ Μήδαβα καὶ τοὺς ἐχθροὺς ἐν τῷ ὄρει λοχῶντες ἔμενον. ὡς δʼ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…ἀπωλείας τοῦ σὺν αὐτῷ. στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν. ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας ,…
Flavius Josephus, Antiquities of the Jews
-
…τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω, φησίν, ἐμοί, καὶ ταῦτʼ εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησεν καταλιπὼν ἅπασαν τὴν αὐτοῦ κτῆσιν ἐν τῇ κώμῃ. τὸ δʼ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ μὴ περιιδεῖν αὐτοὺς τὰ αὐτὰ τοῖς Ἀκραγαντίνοις παθόντας. οἷς ἐπαγγειλάμενος ὁ Διονύσιος συντόμως ἥξειν μετὰ πλείονος δυνάμεως, ἐξώρμησεν ἐκ τῆς Γέλας μετὰ τῶν ἰδίων στρατιωτῶν. θέας δʼ οὔσης ἐν ταῖς Συρακούσαις, κατὰ τὴν ὥραν τῆς ἀπαλλαγῆς…
Diodorus Siculus, Library
-
…, πρὸς τῶν θεῶν μὴ ἀναμένωμεν ἄλλους ἐφʼ ἡμᾶς ἐλθεῖν παρακαλοῦντας ἐπὶ τὰ κάλλιστα ἔργα, ἀλλʼ ἡμεῖς ἄρξωμεν τοῦ ἐξορμῆσαι καὶ τοὺς ἄλλους ἐπὶ τὴν ἀρετήν · φάνητε τῶν λοχαγῶν ἄριστοι καὶ τῶν στρατηγῶν ἀξιοστρατηγότεροι. κἀγὼ δέ, εἰ…
Xenophon, Anabasis
-
…τῆς πάσης ἄρξαι, βοηθεῖν δὲ ἅμα εὐπρεπῶς βουλόμενοι τοῖς ἑαυτῶν ξυγγενέσι καὶ τοῖς προσγεγενημένοις ξυμμάχοις. μάλιστα δʼ αὐτοὺς ἐξώρμησαν Ἐγεσταίων τε πρέσβεις παρόντες καὶ προθυμότερον ἐπικαλούμενοι. ὅμοροι γὰρ ὄντες τοῖς Σελινουντίοις ἐς πόλεμον καθέστασαν περί τε γαμικῶν τινῶν…
Thucydides, The Peloponnesian War
-
…εἶναι γὰρ ἐν αὐτῷ Σύρους τινὰς τοὺς ἐκεῖ λοχῶντας αὐτὸν ἀνελεῖν. καὶ ὁ μὲν βασιλεὺς οὐκέτʼ ἐπὶ τὴν θήραν ἐξώρμησε τῷ προφήτῃ πειθόμενος · Ἄδερ δὲ τῆς ἐπιβουλῆς διαμαρτὼν ὡς τῶν ἰδίων αὐτοῦ καταμηνυσάντων πρὸς τὸν Ἰώραμον τὴν ἐνέδραν ,…
Flavius Josephus, Antiquities of the Jews
-
…δὲ τῆς ἀρχῆς ἐκείνης πρότερον. Στράβων μὲν δὴ ταῦτα λέγει. Κράσσος δὲ πάντα διοικήσας ὃν αὐτὸς ἐβούλετο τρόπον ἐξώρμησεν ἐπὶ τὴν Παρθυαίαν · καὶ αὐτὸς μὲν σὺν ἅπαντι διεφθάρη τῷ στρατῷ, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, Κάσσιος…
Flavius Josephus, Antiquities of the Jews