ἱέρεια
ἱέρεια, ἱέρεια, ἱερείας, f., priestess
- v.l. ἱερίαι), Ba. 1114, and perh. to be written ἱερέα, as in IG 1(2).4.13, 843a3, etc., and prob. in Pi. P. 4.5: Ep. ἱερέη Call. Epigr. 40 Pf.: ἱερῆ, Schwyzer 725 (Milet., vi B.C.), GDI 5562 (Panticapaeum), 5584 (Priene), al.: ἱαρέα or ἱάρεα (pl. ἱαρεαι) ib. 4847: ἱάρεια dub. in IG 7.2465 (Thebes):—fem. of ἱερεύς, a priestess, τὴν . . ἔθηκαν Ἀθηναίης ἱέρειαν Il. 6.300, al., cf. Ar. Th. 758, Th. 4.133, Pl. Phdr. 244b, al., BCH 6.24 (Delos, ii B.C.), etc.
ἡ
[fem. of ἱερεύς.]
A priestess attached to the service of a particular goddess: Ἀθηναίης ἱέρειαν Il. 6.300.
- a priestess, Il., Attic
-
…Πηδασέες οἰκέοντες ὑπὲρ Ἁλικαρνησσοῦ μεσόγαιαν · τοῖσι ὅκως τι μέλλοι ἀνεπιτήδεον ἔσεσθαι, αὐτοῖσί τε καὶ τοῖσι περιοίκοισι, ἡ ἱρείη τῆς Ἀθηναίης πώγωνα μέγαν ἴσχε. τρὶς σφι τοῦτο ἐγένετο. οὗτοι τῶν περὶ Καρίην ἀνδρῶν μοῦνοί τε ἀντέσχον χρόνον…
Herodotus, The Histories
-
…Ἀθήνης ἐν πόλει ἄκρῃ, τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο · τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον · ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν…
Homer, Iliad
-
…θάσσων ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν Πενθεύς · κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν. πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου καὶ προσπίτνει νιν · ὃ δὲ μίτραν κόμης ἄπο ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι τλήμων Ἀγαύη ,…
Euripides, Bacchae
-
…γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης. ἥ τε γὰρ δὴ ἐν Δελφοῖς προφῆτις αἵ τʼ ἐν Δωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα ἠργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν ·…
Plato, Phaedrus
-
…τῶν θεῶν καὶ τῶν ἄλλων · ἂν δὲ παρʼ αὐτά τίς τῳ θεῶν ἄλλους ὕμνους ἢ χορείας προσάγῃ, τοὺς ἱερέας τε καὶ τὰς ἱερείας μετὰ νομοφυλάκων ἐξείργοντας ὁσίως ἐξείργειν καὶ κατὰ νόμον, τὸν δὲ ἐξειργόμενον, ἂν μὴ ἑκὼν…
Plato, Laws
-
…ἀρχόντων εἴδη, περὶ μὲν τὸ νυνδὴ λεχθὲν ἀστυνόμους ἐπονομάζοντα, τὸ δὲ περὶ ἀγορᾶς κόσμον ἀγορανόμους. ἱερῶν δὲ ἱερέας, οἷς μέν εἰσιν πάτριαι ἱερωσύναι καὶ αἷς, μὴ κινεῖν · εἰ δέ, οἷον τὸ πρῶτον κατοικιζομένοις εἰκὸς…
Plato, Laws
-
…θύῃ θεῶν ἢ δαιμόνων τινὶ ἀεὶ ὑπὲρ πόλεώς τε καὶ αὐτῶν καὶ κτημάτων. ταῦτα δὲ συνελθόντες ἐξηγηταὶ καὶ ἱερεῖς ἱέρειαί τε καὶ μάντεις μετὰ νομοφυλάκων ταξάντων ἃ παραλείπειν ἀνάγκη τῷ νομοθέτῃ · καὶ δὴ καὶ αὐτοῦ τούτου χρὴ γίγνεσθαι ἐπιγνώμονας…
Plato, Laws
-
…θεῶν, οὓς ἡμεῖς θεοὺς νομίζομεν καὶ θεραπεύοντες καὶ ἁγνεύοντες θύομεν καὶ προσευχόμεθα, τούτους περιέκοψε. καὶ ἐπὶ τούτοις ἱέρειαι καὶ ἱερεῖς στάντες κατηράσαντο πρὸς ἑσπέραν καὶ φοινικίδας ἀνέσεισαν, κατὰ τὸ νόμιμον τὸ παλαιὸν καὶ ἀρχαῖον. ὡμολόγησε δὲ…
Lysias, Speeches
-
…οἷον τὸ πρῶτον κατοικιζομένοις εἰκὸς γίγνεσθαι περὶ τὰ τοιαῦτα, ἢ μηδενὶ ἤ τισιν ὀλίγοις, οἷς μὴ καθεστήκοι καταστατέον ἱερέας τε καὶ ἱερείας νεωκόρους γίγνεσθαι τοῖς θεοῖς. τούτων δὴ πάντων τὰ μὲν αἱρετὰ χρή, τὰ δὲ κληρωτὰ ἐν…
Plato, Laws
-
…ὥσπερ αὐτὸς ὢν ὁ Χρύσης λέγει καὶ πειρᾶται ἡμᾶς ὅτι μάλιστα ποιῆσαι μὴ Ὅμηρον δοκεῖν εἶναι τὸν λέγοντα ἀλλὰ τὸν ἱερέα, πρεσβύτην ὄντα. καὶ τὴν ἄλλην δὴ πᾶσαν σχεδόν τι οὕτω πεποίηται διήγησιν περί τε τῶν ἐν Ἰλίῳ καὶ…
Plato, Republic