ὀκτακισχίλιοι
ὀκτακισχίλιοι, eight thousand
- eight thousand, Hdt. 9.28, X. An. 5.5.4, etc.: also in sg., ἵππος ὀκτακισχιλίη, for ὀκτακισχίλιοι ἱππεῖς, ʼ8,000 horse’, Hdt. 7.85; so ὀ. ἀσπίς Id. 5.30.
- eight thousand, Hdt., Xen.; in sg., ἵππος ὀκτακισχιλίη "8000 horse, " Hdt.
-
…πλέον ἢ Ῥωμαίοις ὄντας πολεμίους · ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου τὴν αὐτῶν πόλιν ἐνέπλησαν ὀκτακισχιλίους πρὸς τοῖς μυρίοις Ἰουδαίους ἅμα γυναιξὶ καὶ γενεαῖς ἀποσφάξαντες. τὸ δʼ ἐν Αἰγύπτῳ πλῆθος τῶν μετʼ αἰκίας ἀνῃρημένων ἕξ…
Flavius Josephus, Jewish War
-
…καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ, μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας · ἐν ὀκτὼ αὗται ἔτεσι γίγνονται ὀκτακισχίλιαι δραχμαί, καὶ ἀποδείκνυται ἓξ τάλαντα περιόντα τῶν ἑπτὰ ταλάντων καὶ εἴκοσι μναῖ. οὐ γὰρ ἂν δύναιτο ἀποδεῖξαι οὔθʼ…
Lysias, Speeches
-
…Ἡφαίστου τὸ σπέρμα παραλαβοῦσα ὑμῶν, τήνδε δὲ ὑστέραν. τῆς δὲ ἐνθάδε διακοσμήσεως παρʼ ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακισχιλίων ἐτῶν ἀριθμὸς γέγραπται. περὶ δὴ τῶν ἐνακισχίλια γεγονότων ἔτη πολιτῶν σοι δηλώσω διὰ βραχέων νόμους, καὶ τῶν ἔργων…
Plato, Timaeus
-
…ὃς ἀκούσας τὰ περὶ τὸν Φίλιππον ὑπέστρεψεν ἐκ τῆς Ἀραβίας, στρατεύεται δʼ εὐθὺς ἐλθὼν ἐπὶ τὴν Ἰουδαίαν ὁπλίταις μὲν ὀκτακισχιλίοις, ἱππεῦσι δὲ ὀκτακοσίοις. δείσας δὲ Ἀλέξανδρος τὴν ἔφοδον αὐτοῦ τάφρον ὀρύττει βαθεῖαν ἀπὸ τῆς Χαβερσαβᾶ ἀρξάμενος, ἣ…
Flavius Josephus, Antiquities of the Jews
-
…Ὤρηβόν τε καὶ Ζῆβον. οἱ δὲ λοιποὶ τῶν ἡγεμόνων τοὺς περιλειφθέντας τῶν στρατιωτῶν ἐνάγοντες, ἦσαν δὲ μύριοι καὶ ὀκτακισχίλιοι, στρατοπεδεύονται πολὺ τῶν Ἰσραηλιτῶν ἄπωθεν. Γεδεὼν δὲ οὐκ ἀπηγορεύκει πονῶν, ἀλλὰ διώξας μετὰ παντὸς τοῦ στρατοῦ καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…τῇ Κολχίδι χώρᾳ. ἐνταῦθα ἔμειναν ἡμέρας δέκα · καὶ ἐξέτασις σὺν τοῖς ὅπλοις ἐγίγνετο καὶ ἀριθμός, καὶ ἐγένοντο ὀκτακισχίλιοι καὶ ἑξακόσιοι. οὗτοι ἐσώθησαν. οἱ δὲ ἄλλοι ἀπώλοντο ὑπό τε τῶν πολεμίων καὶ χιόνος καὶ εἴ τις νόσῳ…
Xenophon, Anabasis
-
…. οἱ δὲ πλησιάζοντος αὐτοῦ πάνυ ἔδεισαν, οὐ παρούσης σφίσιν ἀξιομάχου δυνάμεως. ἐστράτευον δὲ ὅμως ἐκ τῶν ὑπολοίπων ὀκτακισχιλίους, καὶ Κεντήνιον αὐτοῖς τινὰ τῶν ἐπιφανῶν ἰδιωτῶν, οὐδεμιᾶς ἀρχῆς παρούσης, ἐπέστησάν τε καὶ ἐξέπεμπον ἐς Ὀμβρικοὺς ἐς…
Appian, The Hannibalic War
-
…τοῦ θανάτου τὴν διάθεσιν. Τοσόσδε ἔρως ἐλευθερίας καὶ ἀνδραγαθίας ἦν ἐν πόλει βαρβάρῳ τε καὶ σμικρᾷ. ἐς γὰρ ὀκτακισχιλίους ἐπʼ εἰρήνης γενόμενοι οἷα μὲν καὶ ὅσα Ῥωμαίους ἔδρασαν, οἵας δὲ συνθήκας αὐτοῖς ἔθεντο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ ,…
Appian, The Wars in Spain
-
…αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων · πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά · μηχανήσομαι δὲ πᾶσαν σπουδὴν ποιεύμενος. ἐπινοέω δὲ τῇδε. Ἀρταφρένης μοι…
Herodotus, The Histories
-
…ὡς διαδρὰς ἐκ τῆς Ἀττικῆς ἀνῃρέθη καὶ τῶν χρημάτων ἑπτακόσια μὲν τάλαντα παρέθετο τοῖς Ἀθηναίοις, τετρακισχίλια δὲ καὶ μισθοφόρους ὀκτακισχιλίους περὶ Ταίναρον τῆς Λακωνικῆς ἀπέλιπεν. ὡς Ἀλέξανδρος τοὺς γεγηρακότας τῶν Μακεδόνων χρεολυτήσας καὶ καταναλώσας μύρια τάλαντα ἀπέλυσεν εἰς τὰς…
Diodorus Siculus, Library