ὑπαντιάζω
ὑπαντιάζω, to come or go to meet, encounter
- come or go to meet, encounter, without case, Il. 6.17, Pi. P. 4.135, A. Pers. 407, X. Cyr. 4.2.18: c. dat., Pi. P. 8.11, Pae. 2.32, A. Pers. 834, 850, X. Cyr. 5.5.9: also c. acc., Pi. P. 5.44, Hdt. 4.121, J. AJ 1.10.4, Plu. Pomp. 71, App. Mith. 5, Luc. VH 1.21.
- a welcome αὐτὸς ὑπαντίασεν Τυροῦς ἐρασιπλοκάμου γενεά P. 4.135 c. acc., ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι P. 5.44 [ὑπαντίασεν (codd.: ὑπάντασεν byz.) P. 8.59]
- b confront, oppose τραχεῖα δυσμενέων ὑπαντιάξαισα κράτει (sc. Ἡσυχία) P. 8.11 εἰ δέ τις ἀρκέων φίλοις ἐχθροῖσι τραχὺς ὑπαντιάζει (ὑπαντιάξει ΠS, fort. recte) Pae. 2.32
- to come or go to meet, step forth to meet, encounter, absol., Il., Aesch., etc.: c. dat., Aesch., Xen., etc; also c. acc., Hdt., Plut.
-
…ὑπερκόμπῳ θράσει. σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι στημορραγοῦσι ποικίλων ἐσθημάτων. ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις…
Aeschylus, Persians
-
…τέ πατρῴων ἕδη, θήκας τε προγόνων · νῦν ὑπὲρ πάντων ἀγών. καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή. εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον ἔπαισεν · ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ ναῦς…
Aeschylus, Persians
-
…ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι. οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν. ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο λισσονόμου…
Aeschylus, Persians
-
…. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων ἔσκεν ὑφηνίοχος · τὼ δʼ ἄμφω…
Homer, Iliad
-
…καταφλέξας, εἰ μὴ Γρᾶτος ὁ τῶν βασιλικῶν πεζῶν ἡγεμὼν τούς τε Τραχωνίτας τοξότας καὶ τὸ μαχιμώτατον τῶν Σεβαστηνῶν ἀναλαβὼν ὑπαντιάζει τὸν ἄνδρα. τῶν μὲν οὖν Περαίων συχνοὶ διεφθάρησαν ἐν τῇ μάχῃ, τὸν Σίμωνα δʼ αὐτὸν ἀναφεύγοντα διʼ ὀρθίου…
Flavius Josephus, Jewish War
-
…ἕω συγκαλῶν ἕκαστον ἐς τὴν ἀγορὰν μετὰ πλήθους. ἔνθα Γάιον Ἀντώνιον τὸν ἀδελφὸν Ἀντωνίου, στρατηγοῦντα τῆς πόλεως, ὑπαντιάσας ἔφη δέχεσθαι τὴν θέσιν τοῦ Καίσαρος · ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς ἐπὶ μάρτυσι γίγνεσθαι τοῖς στρατηγοῖς. ἀπογραψαμένων…
Appian, The Civil Wars
-
…αὐτὴν πρὸς αἰκίαν παραδιδόντος τῇ Σάρρᾳ δρασμὸν ἐπεβούλευσεν οὐχ ὑπομένουσα τὰς ταλαιπωρίας καὶ τὸν θεὸν ἱκέτευεν οἶκτον αὐτῆς λαβεῖν. ὑπαντιάζει δὲ διὰ τῆς ἐρήμου προϊοῦσαν αὐτὴν ἄγγελος θεῖος κελεύων πρὸς τοὺς δεσπότας ἐπανιέναι · βίου γὰρ μείζονος τεύξεσθαι σωφρονοῦσαν ·…
Flavius Josephus, Antiquities of the Jews
-
…οἴχεται ὁ ἕτερος τῶν ἀγγέλων πρὸς αὐτοὺς καὶ τῶν ἡμετέρων τις σὺν αὐτῷ, ἐροῦντες, εἰ φίλοι εἰσίν, ὑπαντιάζειν τὰς δεξιὰς ἀνατείναντας πάντας. ἢν μὲν οὖν οὕτω ποιῶσι, δεξιοῦσθέ τε αὐτοὺς καθʼ ὃν ἂν ᾖ ἕκαστος καὶ…
Xenophon, Cyropaedia
-
…προπέμψας ἄγγελον τὸν τὴν ἐμὴν παρουσίαν τοῖς ἐν τῇ Τιβεριάδι σημανοῦντα. πρωῒ δὲ πλησιάζοντος ἐμοῦ τῇ πόλει τὸ πλῆθος ὑπηντίαζεν καὶ Ἰωάννης σὺν αὐτοῖς, καὶ πάνυ με τεταραγμένως ἀσπασάμενος, δείσας μὴ εἰς ἔλεγχον αὐτοῦ τῆς πράξεως ἀφικομένης ἀπολέσθαι…
Flavius Josephus, Life of Flavius Josephus
-
…αὐτὰ κρίνειν, ὁπότε εἴς τε τὴν σωφροσύνην καὶ τὸ ἀξίωμα ἀπίδοιεν αὐτῆς. τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν πρᾶξιν ὑπαντιάσας αὐτὴν ὁ Μοῦνδος Παυλῖνα, φησίν, ἀλλά μοι καὶ εἴκοσι μυριάδας διεσώσω δυναμένη οἴκῳ προσθέσθαι τῷ σαυτῆς διακονεῖσθαί τε…
Flavius Josephus, Antiquities of the Jews