Αἰακός
Αἰακός, son of Zeus and Aegina, grandfather of Achilles
mit. Éaco rey de Egina y juez del Hades, hijo de Zeus y la ninfa Egina Il.21.189, Hes.Th.1005, Fr.205.1, B.13.99, 183, Hdt.5.89, E.Andr.1246, Pl.Grg.524a, Ap.41a, Thg.124c, Isoc.9.14, Euph.84.2, A.R.3.364.
- Son of Zeus and father of Peleus Il. 21.189.
- 1χώραν Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ O. 8.30 ἀποπέμπων Αἰακὸν O. 8.50 πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ P. 8.99 Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν N. 3.28 ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν N. 4.71 προθύροισιν δʼ Αἰακοῦ ἀνθέων ποιάεντα φέρε στεφανώματα (ἀντὶ τοῦ ἐν τῷ ἡρῴῳ τοῦ Αἰακοῦ. Σ.) N. 5.53 λέγοντι γὰρ Αἰακόν μιν (= Δία) ὑπὸ ματροδόκοις γοναῖς φυ τεῦσαι N. 7.84 ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων ἅπτομαι N. 8.13 ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ Αἰακοῦ παίδων τε I. 5.35 (Οἰνοπίαν) δῖον ἔνθα τέκες Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων I. 8.22 κλεινὸς Αἰακοῦ λόγος, κλεινὰ δὲ καὶ ναυσικλυτὸς Αἴγινα I. 9.1 ἵπποι μὲν ἀθάναται Ποσειδᾶνος ἄγοντʼ Αἰακ[ (cf. titulum, Αἰγινήταις εἰς Αἰακόν) Πα. 15. 3. ]Αἰακ[ (cf. tit. Αἰγινή[ταις.) Πα. 22h. 7.
-
…δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα φαύλη ἂν εἴη ἡ ἀποδημία…
Plato, Apology
-
…αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι Πηλεὺς Αἰακίδης · ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ γὰρ…
Homer, Iliad
-
…μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο. αὐτὰρ Νηρῆος κοῦραι, ἁλίοιο γέροντος, ἤτοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. Αἰνείαν δʼ ἄρʼ…
Hesiod, Theogony
-
…ἰδιῶται καὶ οἱ πατέρες. εἰ δὲ καὶ τοὺς προγόνους σε δέοι καὶ τὴν πατρίδα Εὐρυσάκους ἐπιδεῖξαι Σαλαμῖνα ἢ τὴν Αἰακοῦ τοῦ ἔτι προτέρου Αἴγιναν Ἀρτοξέρξῃ τῷ Ξέρξου, πόσον ἂν οἴει γέλωτα ὀφλεῖν ; ἀλλʼ ὅρα μὴ τοῦ τε γένους…
Plato, Alcibiades 1
-
…, ἡ δʼ εἰς Τάρταρον. καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δὲ ἐκ τῆς Εὐρώπης Αἰακός · Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν, ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνα ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ…
Plato, Gorgias
-
…ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν ; οὔκ, ἀλλὰ τούτων. τί δὲ δή ; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν ; ναί. Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι…
Plato, Theages
-
…Ἀχιλλεῖ, φήσει, ὁ ξένος ὁ Ἠλεῖος ἔφη καλὸν εἶναι ὑστέρῳ τῶν προγόνων ταφῆναι, καὶ τῷ πάππῳ αὐτοῦ Αἰακῷ, καὶ τοῖς ἄλλοις ὅσοι ἐκ θεῶν γεγόνασι, καὶ αὐτοῖς τοῖς θεοῖς ; τί τοῦτο ; βάλλʼ ἐς μακαρίαν…
Plato, Hippias Major
-
…καὶ οὐ πολυπραγμονήσαντος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ ἐς μακάρων νήσους ἀπέπεμψε. ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός ἑκάτερος τούτων ῥάβδον ἔχων δικάζει ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται, μόνος ἔχων χρυσοῦν σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ…
Plato, Gorgias
-
…ὑεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δὲ ἐκ τῆς Εὐρώπης, Αἰακόν · οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ ,…
Plato, Gorgias
-
…κράτος, ὦ δέσποινα παγξείνου χθονός, Ἐνδαΐδα τε ῥοδόπαχυν, ἃ τὸν ἱππευτὰν ἔτικτε Πηλέα καὶ Τελαμῶνα κραταιόν, Αἰακῷ μειχθεῖσʼ ἐν εὐναῖς · τῶν ; θʼ ; υἷας ἀερσιμάχους, ταχύν τʼ Ἀχιλλέα εὐειδέος τʼ Ἐριβοίας παῖδʼ ὑπέρθυμον βοαθόον…
Bacchylides, Odes