Τελαμών
Τελαμών, Telamon
- (ἀγαυός, ἀμύμων).
- Father of Aias-1 and Teucrus Il. 8.283, Il. 13.177, Il. 17.284, 293: Od. 11.553.
- 1πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ P. 8.100 Λαομέδοντα δʼ εὐρυσθενὴς Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν N. 3.37 σὺν ᾧ (= Ἡρακλεῖ) ποτε Τροίαν κραταιὸς Τελαμὼν πόρθησε N. 4.25 κεῖνος (sc. φθόνος) καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις N. 8.23 ἄνδωκε δʼ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών I. 6.40 “ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών” I. 6.52
-
…ἔστιν ἀληθῆ. ἐπεὶ ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκείνων ὡς ἐγὼ…
Plato, Apology
-
…, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας · διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ · τὰ δʼ αὖ Διὶ πάντα μελήσει…
Homer, Iliad
-
…ἀλκὴν καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας · ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα ἄστυ πότι σφέτερον ἐρύειν…
Homer, Iliad
-
…νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. οὐδʼ ἂν Ἀχιλλῆϊ…
Homer, Iliad
-
…ἶσοι ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες · σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος ·…
Homer, Iliad
-
…ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας…
Homer, Iliad
-
…Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας ἀλλὰ πολὺ μείων · ὀλίγος μὲν ἔην λινοθώρηξ, ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς · οἳ Κῦνόν τʼ…
Homer, Iliad
-
…γε δὴ καὶ ἴδμεν ἅπαντες. νὺξ δʼ ἤδη τελέθει · ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας · Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι · αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ἀρχέτω · αὐτὰρ ἐγὼ μάλα…
Homer, Iliad
-
…ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς, τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ ; ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα, δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ…
Sophocles, Ajax
-
…καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν · ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα ,…
Homer, Iliad