δισμύριοι
δισμύριοι, twenty thousand
- twenty thousand, Hdt. 1.32, Pl. Ion 535d: sg., δισμύριος, α, ον, with collective Nouns, ἵππος δισμυρία Luc. Zeux. 8.
veinte mil
ἡμέραι
ἄνθρωποι
ὁπλῖται
ξένοι
στάδια
μέδιμνοι
δραχμαί
οἱ δὲ ἱππεύοντες
(οἱ πεζοί)
• tb. sg. c. n. colectivo
ἵππος
- twenty thousand, Hdt., etc.
-
…ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι. οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας, ἐμβολίμου μηνὸς μὴ γινομένου · εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι, ἵνα δὴ αἱ…
Herodotus, The Histories
-
…χίλιαι πεντήκοντα. τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα, ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων, ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα. οὕτω ὦν Κροῖσε πᾶν ἐστι ἄνθρωπος…
Herodotus, The Histories
-
…ποικίλῃ καὶ χρυσοῖσι στεφάνοις κλάῃ τʼ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκὼς τούτων, ἢ φοβῆται πλέον ἢ ἐν δισμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος μηδὲ ἀδικοῦντος ; οὐ μὰ τὸν Δία, οὐ πάνυ, ὦ Σώκρατες ,…
Plato, Ion
-
…τῆς πόλεως Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ παῖδας αὐτοῦ παρὰ τῶν τὴν γῆν νεμομένων χώρας λιμένος ἐξαγωγίου κατʼ ἐνιαυτὸν Σιδῶνι μοδίους δισμυρίους χοε ὑπεξαιρουμένου τοῦ ἑβδόμου ἔτους, ὃν σαββατικὸν καλοῦσιν, καθʼ ὃν οὔτε ἀροῦσιν οὔτε τὸν ἀπὸ τῶν δένδρων καρπὸν…
Flavius Josephus, Antiquities of the Jews
-
…καὶ τῶν τόπων ἐπιπέδων ὑπαρχόντων. ἔπεσον δὲ τῶν μὲν Ῥωμαίων ὑπὲρ τοὺς χιλίους πεντακοσίους, τῶν δὲ Καρχηδονίων ὑπὲρ δισμυρίους, αἰχμάλωτοι δʼ ἑάλωσαν οὐ πολὺ τούτων ἐλάττους. Ἡ μὲν οὖν ἐπὶ πᾶσι γενομένη μάχη καὶ τὰ ὅλα κρίνασα…
Polybius, Histories
-
…ποταμὸν ἤγαγον τὴν δύναμιν σταδίους ὀγδοήκοντα, καὶ τῶν Γαλατῶν ἀπαγγελλομένων προσιέναι διέταττον τὸ στρατόπεδον. τοὺς μὲν οὖν ἀνδρειοτάτους δισμυρίους καὶ τετρακισχιλίους ἀπὸ τοῦ ποταμοῦ μέχρι τῶν λόφων διέταξαν, ἐπὶ δὲ τῶν ὑψηλοτάτων λόφων τοὺς ἀσθενεστάτους ἔστησαν. οἱ…
Diodorus Siculus, Library
-
…τὴν πορείαν ποιουμένους, ταχὺ συλλέξας οὓς ἠδύνατο τῶν Συρακοσίων καὶ τῶν μισθοφόρων ὥρμησε, τοὺς πάντας ἔχων οὐκ ἐλάττους δισμυρίων. παραγενόμενος δʼ ἐγγὺς τῶν πολεμίων διεπρεσβεύσατο πρὸς Ἄγυριν τὸν δυναστεύοντα τῶν Ἀγυριναίων. οὗτος δὲ τῶν τότε τυράννων τῶν…
Diodorus Siculus, Library
-
…πειθόμενος θεῷ. πυνθανόμενος δʼ ὅτι οἱ ἐχθροὶ σταθμεύουσι μὲν ἐν τέσσαρσι στρατοπέδοις, μακρὰν διεστηκότες ἀπʼ ἀλλήλων, ἀνὰ δισμυρίους καὶ πεντακισχιλίους πεζοὺς καὶ ἱππέας πεντακοσίους ἐπὶ δισχιλίοις, τὴν δὲ παρασκευὴν τῶν τε χρημάτων καὶ σίτου καὶ ὅπλων καὶ…
Appian, The Wars in Spain
-
…Ἰνδικήν, πέραν δὲ τούτου κατοικεῖν τό τε τῶν Ταβραισίων καὶ Γανδαριδῶν ἔθνος, τούτων δὲ βασιλεύειν Ξανδράμην, ἔχοντα δισμυρίους μὲν ἱππεῖς, πεζῶν δὲ εἴκοσι μυριάδας, ἅρματα δὲ δισχίλια, ἐλέφαντας δὲ πολεμικῶς κεκοσμημένους τετρακισχιλίους, ἀπιστήσας δὲ…
Diodorus Siculus, Library
-
…ἐπινοοῦντα. ὧν οὐκ ἐψεύσθησαν τῆς δόξης. ὅ τε γὰρ πόλεμος ἔφθειρε πάντας, ὧν γε καὶ μύριοι καὶ δισμύριοι πολλάκις ἐν μάχῃ μιᾷ καὶ ἀμφὶ τὸ ἄστυ πέντε μυριάδες ἀμφοῖν ἀπέθανον · καὶ ἐς τοὺς ὑπολοίπους ὁ Σύλλας οὐδὲν…
Appian, The Civil Wars