εὔκαιρος
εὔκαιρος, well-timed, in season, seasonable
- well-timed, seasonable, λόγος Philem. 113; θάνατος Com.Adesp. 116; ὕδατα (rainfall) Thphr. HP 8.7.6; nihil -ότερον epistula tua, Cic. Att. 4.7.1: c. inf., χὥ τι σοι λέγειν εὔκαιρόν ἐστι S. OC 32, cf. Epicur. Nat. 28.4; -ότερον ἔσται διελθεῖν J. AJ 12.9.7; τὸ εὔκαιρον, = εὐκαιρία, D.H. Din. 7; τὸ μέτριον καὶ τὸ εὔ. ἐν ἡδοναῖς Aristo Stoic. 1.86; εὔκαιρον ἀείσας in season, Pl. Epigr. 22.5 Diehl.
- II of places, convenient, well situated, τόποι PPetr. 2 p.28 (iii B.C., Sup.), cf. Plb. 4.38.1 (Sup.), D.S. 1.63, etc.
- III rich, wealthy, dub.l. in St. Byz. s.v. Χαττηνία.
- IV Adv. -ρως seasonably, opportunely, Hp. Medic. 3, Nico 1, PCair.Zen. 38.28 (iii B.C.), al., etc.; εὐ. χρῆσθαί τινι Isoc. 5.143; εὐ. ἔχειν πρός τι Id. 11.12, Arist. HA 582a28; favourably, propitiously, PCair.Zen. 46 (iii B.C.), POxy. 2086r. 6 (ii A.D., εὐκερως Pap.): Comp. -ότερον Pl. Phd. 78a: Sup. -ότατα Plb. 5.63.13.
- 2 οὐκ -ρως ἔχειν to have no leisure, Id. 5.26.10.
• adv. εὐκαίρως , von der Zeit, Arist. H.A. 7.1 u. Sp.; τῇ μεγαλογνωμοσύνῃ ὡς εὐκαίρως ἐχρῆτο Xen. Ages. 8.3 ; εἰς ὅ τι ἂν εὐκαιρότερον ἀναλίσκοιτε χρήματα Plat. Phaedr. 78a ; εὐκαιρότατα ἐπελάβοντο τῶν ἀνδρῶν Pol. 5.63.13, der οὐκ εὐκαίρως ἔχειν auch für »keine Zeit haben« braucht, 5.26.10 ; πρός τι, Plut. gen. Socr. 1 ; – ἔτυχε τοῦ πρώτου μάλα εὐκαίρως, = καιρίως, gut treffen, Ael. V.H. 13.1.
Strong 2121
timely, seasonable, suitable (Cremer, 740): ἡμέρα, Mk 6:21 (or empty, as in Byz. and MGr.; v. MM, Exp., xiv); βοήθεια, He 4:16.†
- well-timed, in season, seasonable, Soph.: neut. εὔκαιρον in season, Anth.:—adv. -ρως, seasonably, opportunely, -ότερον, Plat.
-
…, ἅπαντες ἴσασιν · ὁμολογεῖ γὰρ ὁ ἀκούων αἰσχυνόμενος, ὅπως μετέχῃ οὗπερ καὶ οἱ ἄλλοι πάντες. τὸ δʼ εὐκαίρως ἢ μὴ εὐκαίρως χρῆσθαι κοινὸν ἁπάντων τῶν εἰδῶν ἐστιν. ἄκος δʼ ἐπὶ πάσῃ ὑπερβολῇ τὸ θρυλούμενον · δεῖ γὰρ…
Aristotle, Rhetoric
-
…οὓς πάντας χρὴ διερευνᾶσθαι ζητοῦντας τοιοῦτον ἐπῳδόν, μήτε χρημάτων φειδομένους μήτε πόνων, ὡς οὐκ ἔστιν εἰς ὅτι ἂν εὐκαιρότερον ἀναλίσκοιτε χρήματα. ζητεῖν δὲ χρὴ καὶ αὐτοὺς μετʼ ἀλλήλων · ἴσως γὰρ ἂν οὐδὲ ῥᾳδίως εὕροιτε μᾶλλον ὑμῶν δυναμένους…
Plato, Phaedo
-
…ἐν τοσούτῳ γὰρ ἀκμάζουσί τε τοῖς σώμασιν ἡ σύζευξις ἔσται, καὶ πρὸς τὴν παῦλαν τῆς τεκνοποιίας συγκαταβήσεται τοῖς χρόνοις εὐκαίρως · ἔτι δὲ ἡ διαδοχὴ τῶν τέκνων τοῖς μὲν ἀρχομένοις ἔσται τῆς ἀκμῆς, ἐὰν γίγνηται κατὰ λόγον εὐθὺς ἡ…
Aristotle, Politics
-
…λέγουσιν οὐδʼ εἶναι δίκαιον οὐδὲν αὐτοῖς εὐνοίας ἢ γένους, ἀλλὰ μετοίκους ἀλλοεθνεῖς ἀποφαίνουσιν αὑτούς. περὶ μὲν τούτων ἕξομεν εὐκαιρότερον εἰπεῖν. Ἐζεκίου δὲ τοῦ τῶν δύο φυλῶν βασιλέως τέταρτον ἤδη καὶ δέκατον ἔτος τῆς ἡγεμονίας ἔχοντος ὁ τῶν Βαβυλωνίων…
Flavius Josephus, Antiquities of the Jews
-
…. φθείρου, δυσσεβεστάτη κεφαλή, μηδέ μου ψαύσῃς πρὶν ἀποσκευάσασθαι τὰ ἐγκλήματα. δίδωμι δέ σοι δικαστήριον καὶ δικαστὴν εὐκαίρως ἥκοντα Οὔαρον. ἴθι καὶ σκέπτου τὴν ἀπολογίαν εἰς αὔριον · παρέχω γάρ σου καιρὸν τοῖς πανουργεύμασιν. πρὸς ταῦτα…
Flavius Josephus, Jewish War
-
…περὶ Ἀννίβαν ἔβλαψαν, οὐκ ἐλάττω δʼ ἑαυτούς. γνοὺς γὰρ ὁ στρατηγὸς τῶν Καρχηδονίων ὅτι προκατέχουσιν οἱ βάρβαροι τοὺς εὐκαίρους τόπους, αὐτὸς μὲν καταστρατοπεδεύσας πρὸς ταῖς ὑπερβολαῖς ἐπέμενε, προέπεμψε δέ τινας τῶν καθηγουμένων αὐτοῖς Γαλατῶν χάριν τοῦ κατασκέψασθαι…
Polybius, Histories
-
…ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς. οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ. Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ποῦ…
NA, New Testament
-
…μὴν τῶν ἐν τοῖς παρʼ ἡμῖν τόποις περιττευόντων ἔλαιον καὶ πᾶν οἴνου γένος · σίτῳ δʼ ἀμείβονται, ποτὲ μὲν εὐκαίρως διδόντες, ποτὲ δὲ λαμβάνοντες. πάντων δὴ τούτων ἢ κωλύεσθαι δέον ἦν ὁλοσχερῶς τοὺς Ἕλληνας ἢ τελέως ἀλυσιτελῆ γίνεσθαι…
Polybius, Histories
-
…δυσβάτων καὶ χειροποιήτους ἐχόντων διεκβολὰς ἐπὶ τὴν χώραν, συνέβαινε τοὺς περὶ τὸν Μάθω πάντας τοὺς διὰ τῶν προειρημένων λόφων εὐκαίρως κειμένους τόπους φυλακαῖς διειληφέναι, πρὸς δὲ τούτοις τοῦ προσαγορευομένου Μακάρα ποταμοῦ διείργοντος κατά τινας τόπους παραπλησίως τὴν ἐπὶ τὴν…
Polybius, Histories
-
…ἄνδρα τόνδε νῷν ὁρῶ. ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον ; καὶ δὴ μὲν οὖν παρόντα · χὤ τί σοι λέγειν εὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε. ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ αὑτῆς θʼ ὁρώσης…
Sophocles, Oedipus at Colonus