κατασκοπέω
κατασκοπέω, to view closely, spy out
- view closely, spy out, reconnoitre, κ. ὅποι . . E. Hel. 1607; τὰ ἀγγελλόμενα reconnoitre, Aen. Tact. 23.10; εἴ πῃ . . X. Cyr. 7.1.39, cf. Th. 6.50, al.; τῶν πολεμίων Plu. Sol. 9; keep a look-out, of ships, Plb. 3.95.6:—Med., -σκοπεῖσθαι ἑαυτήν X. Mem. 2.1.22; αὐτὸς ἑαυτὸν κ. Arist. MM 1213a5; inspect, τὰς πανοπλίας Plb. 10.20.2; γραφήν POxy. 1414.4 (iii A.D.); of a medical examination, Gal. 1.293.
Strong 2684
to view closely, inspect, spy out: c. acc., Ga 2:4.†
- to view closely, spy out, Eur.: to reconnoitre, Xen.:— also in Mid., Xen.
-
…τοῦ τε πλήθους καὶ ἀσκήσεως καὶ ἀπογνώσεως. Διʼ ἃ καὶ ὁ Καῖσαρ αὐτὸς ἐβράδυνεν, ἔστε πού τι αὐτῷ κατασκεπτομένῳ προσπελάσας ὁ Πομπήιος ὠνείδισεν ἐς δειλίαν. καὶ τὸ ὄνειδος οὐκ ἐνεγκὼν ὁ Καῖσαρ ἐξέτασσε παρὰ πόλιν Κορδύβην, σύνθημα…
Appian, The Civil Wars
-
…ὀρθοτέραν τῆς φύσεως εἶναι, τὰ δὲ ὄμματα ἔχειν ἀναπεπταμένα, ἐσθῆτα δὲ ἐξ ἧς ἂν μάλιστα ὥρα διαλάμποι · κατασκοπεῖσθαι δὲ θαμὰ ἑαυτήν, ἐπισκοπεῖν δὲ καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται, πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν…
Xenophon, Memorabilia
-
…Τύριοι μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον. ἐκ δὲ τῶν περὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…ὢν τῶν κατὰ τὴν Ἰνδικήν, τὰ δʼ ἄλλα μέρη περιείχετο φάραγξι βαθείαις καὶ κρημνοῖς ἀπροσίτοις. τοῦ δὲ Ἀλεξάνδρου κατασκεψαμένου τὴν δυσχωρίαν καὶ τὴν ἐκ βίας ἅλωσιν ἀπογνόντος ἧκέν τις πρὸς αὐτὸν πρεσβύτης μετὰ δυεῖν υἱῶν. οὗτος δʼ ὢν…
Diodorus Siculus, Library
-
…ἕκαστος ἄγεται. Τῶν γε μὴν ἔνδον οὕτως διακειμένων ὁ Τίτος μετʼ ἐπιλέκτων ἱππέων περιιὼν ἔξωθεν ᾗ προσβάλλοι τοῖς τείχεσι κατεσκέπτετο. ἀπορουμένῳ δὲ πάντοθεν, οὔτε γὰρ κατὰ τὰς φάραγγας ἦν προσιτὸν καὶ κατὰ θάτερα τὸ πρῶτον τεῖχος ἐφαίνετο τῶν…
Flavius Josephus, Jewish War
-
…. μεθʼ ἡμέραν μὲν οὖν ὑπεστέλλετο τῶν πολεμίων πάντα διειληφότων, νυκτὸς δʼ ἀνιὼν ἐζήτει δρασμοῦ διάδυσιν καὶ τὰς φυλακὰς κατεσκέπτετο. φρουρουμένων δὲ πανταχόθεν πάντων διʼ αὐτὸν ὡς λαθεῖν οὐκ ἦν, αὖθις εἰς τὸ σπήλαιον κατῄει. δύο μὲν…
Flavius Josephus, Jewish War
-
…ὃ καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ λοιπὸν ἡ φροντὶς ἦν, μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ…
Flavius Josephus, Antiquities of the Jews
-
…αἱ πλείους ὁμώνυμοι τῶν ποταμῶν ἐγένοντο. φησὶ δʼ Ἀντίοχος, τοῦ θεοῦ χρήσαντος Ἀχαιοῖς Κρότωνα κτίζειν, ἀπελθεῖν Μύσκελλον κατασκεψόμενον τὸν τόπον, ἰδόντα δʼ ἐκτισμένην ἤδη Σύβαριν ποταμῷ τῷ πλησίον ὁμώνυμον κρῖναι ταύτην ἀμείνω · ἐπανερέσθαι δʼ οὖν ἀπιόντα…
Strabo, Geography
-
…τὴν τῶν Κλουσίνων χώραν ἐπόρθουν. καθʼ ὃν δὴ χρόνον ὁ δῆμος ὁ τῶν Ῥωμαίων πρέσβεις ἀπέστειλεν εἰς Τυρρηνίαν τοὺς κατασκεψομένους τὴν στρατιὰν τῶν Κελτῶν. παραγενόμενοι δὲ οἱ πρέσβεις εἰς Κλούσιον καὶ θεωρήσαντες παράταξιν γενομένην, ἀνδρειότεροι μᾶλλον ἢ φρονιμώτεροι…
Diodorus Siculus, Library
-
…, συνέβη τοὺς μὲν Πέρσας ἀπιστῆσαι τοῖς Ἕλλησι, τοὺς δʼ Ἕλληνας ἀλλήλοις συντίθεσθαι περὶ ἀποστάσεως. οἱ δʼ Ἕλληνες κατασκεψάμενοι τὰ κατʼ αὐτοὺς ἀπεβίβασαν τὴν δύναμιν. τῇ δʼ ὑστεραίᾳ παρασκευαζομένων αὐτῶν τὰ πρὸς τὴν παράταξιν, προσέπεσε φήμη ὅτι…
Diodorus Siculus, Library