μισθοφόρος
μισθοφόρος, receiving wages
- serving for hire or pay, μ. ἄνθρωποι D. 23.123; δικαστήρια Arist. Pol. 1274a9, Ath. 27.3; ἀνὴρ μ. ἐν λόγοις a mercenary in argument, Pl. Tht. 165d; μ. στρατιῶται Archestr. Fr. 61; μ. κληροῦχος PPetr. 3p.286 (iii B.C.); μ. ἱππεῖς PGrenf. 2.31.5 (ii B.C.); θανάτου μ. Antiph. 266.
- 2 μ. τριήρεις galleys manned with mercenaries, Ar. Eq. 555.
- II Subst. μισθοφόροι, οἱ, mercenaries, Th. 1.35, al., X. HG 5.4.45, etc.
- Ireceiving wages or pay, serving for hire, mercenary, Plat., Dem.
- IIas Subst., μισθοφόροι, οἱ, mercenaries, Thuc., Xen., etc.; —also, μ. τριήρεις galleys manned with mercenaries, Ar.
-
…ἀπὸ τῆς ὑμετέρας ἀρχῆς δύναμιν προσλαβεῖν περιόψεσθε · ἣν οὐ δίκαιον, ἀλλʼ ἢ κἀκείνων κωλύειν τοὺς ἐκ τῆς ὑμετέρας μισθοφόρους ἢ καὶ ἡμῖν πέμπειν καθʼ ὅτι ἂν πεισθῆτε ὠφελίαν, μάλιστα δὲ ἀπὸ τοῦ προφανοῦς δεξαμένους βοηθεῖν. πολλὰ δέ…
Thucydides, The Peloponnesian War
-
…συντελεσάμενος δὲ τὸ προκείμενον πραγματικῶς καὶ παρῃρηκὼς πᾶν τὸ κινητικὸν καὶ στασιῶδες τῆς δυνάμεως, ξενολογήσας διʼ αὑτοῦ πλῆθος ἱκανὸν μισθοφόρων, ἀσφαλῶς ἤδη τὰ κατὰ τὴν ἀρχὴν διεξῆγεν. θεωρῶν δὲ τοὺς βαρβάρους ἐκ τοῦ προτερήματος θρασέως καὶ προπετῶς ἀναστρεφομένους…
Polybius, Histories
-
…αὐτὸν ἐξιέναι δέοι μετὰ τῶν δυνάμεων ἐπὶ τὰς πράξεις. γήμας δὲ τὴν θυγατέρα τοῦ προειρημένου καὶ συνθεωρῶν τοὺς ἀρχαίους μισθοφόρους καχέκτας ὄντας καὶ κινητικοὺς ἐξάγει στρατείαν ὡς ἐπὶ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατασχόντας. ἀντιστρατοπεδεύσας δὲ περὶ Κεντόριπα καὶ…
Polybius, Histories
-
…ὁ δὲ Παυσανίας ἐστρατοπεδεύσατο μὲν ἐν τῷ Ἁλιπέδῳ καλουμένῳ πρὸς τῷ Πειραιεῖ δεξιὸν ἔχων κέρας, Λύσανδρος δὲ σὺν τοῖς μισθοφόροις τὸ εὐώνυμον. πέμπων δὲ πρέσβεις ὁ Παυσανίας πρὸς τοὺς ἐν Πειραιεῖ ἐκέλευεν ἀπιέναι ἐπὶ τὰ ἑαυτῶν · ἐπεὶ δʼ…
Xenophon, Hellenica
-
…ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς · διαβάντες δʼ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων…
Plato, Laws
-
…πόρρωθεν δὲ μή, καὶ σφόδρα καὶ ἠρέμα τὸ αὐτό, καὶ ἄλλα μυρία, ἃ ἐλλοχῶν ἂν πελταστικὸς ἀνὴρ μισθοφόρος ἐν λόγοις ἐρόμενος, ἡνίκʼ ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν ἔθου, ἐμβαλὼν ἂν εἰς τὸ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ τὰς…
Plato, Theaetetus
-
…ᾤετό με, ὅτι Δίωνι τὰ χρήματα ἔρρει παντελῶς. ᾤκουν δὴ τὸ μετὰ τοῦτο ἔξω τῆς ἀκροπόλεως ἐν τοῖς μισθοφόροις · προσιόντες δέ μοι ἄλλοι τε καὶ οἱ τῶν ὑπηρεσιῶν ὄντες Ἀθήνηθεν, ἐμοὶ πολῖται, ἀπήγγελλον ὅτι διαβεβλημένος εἴην…
Plato, Letters
-
…τρόπον ἀνασοβήσοι με μηδὲν ἀποδοὺς τῶν Δίωνος · ὅμως δὲ ἔφαμεν ἑταῖροί γε εἶναι πρὸς πᾶσαν Σικελίαν. τῶν δὴ μισθοφόρων τοὺς πρεσβυτέρους Διονύσιος ἐπεχείρησεν ὀλιγομισθοτέρους ποιεῖν παρὰ τὰ τοῦ πατρὸς ἔθη, θυμωθέντες δὲ οἱ στρατιῶται συνελέγησαν ἁθρόοι καὶ οὐκ…
Plato, Letters
-
…αὐτός, ἀδικεῖς δʼ οὖν ἐμὲ τἀναντία τῶν γενομένων λέγων. ἅδην γὰρ ὑπὸ Φιλιστίδου καὶ ἄλλων πολλῶν πρὸς τοὺς μισθοφόρους καὶ εἰς τὸ Συρακουσίων πλῆθος διεβλήθην διὰ τὸ μένειν ἐν ἀκροπόλει, τοὺς δʼ ἔξωθεν, εἴ τι γίγνοιτο ἁμάρτημα…
Plato, Letters
-
…Διονύσιος δὲ πυθόμενος τοὺς Καρχηδονίους διὰ τῆς μεσογείου τὴν πορείαν ποιουμένους, ταχὺ συλλέξας οὓς ἠδύνατο τῶν Συρακοσίων καὶ τῶν μισθοφόρων ὥρμησε, τοὺς πάντας ἔχων οὐκ ἐλάττους δισμυρίων. παραγενόμενος δʼ ἐγγὺς τῶν πολεμίων διεπρεσβεύσατο πρὸς Ἄγυριν τὸν δυναστεύοντα τῶν…
Diodorus Siculus, Library