προαισθάνομαι
προαισθάνομαι, to perceive
- perceive or observe beforehand, Id. 3.38, 5.58, X. An. 1.1.7, etc.; π. τοῦ στρατοῦ become aware of . . beforehand, Th. 3.102.
- Dep. to perceive or observe beforehand, Thuc., Xen.; πρ. τινος to become aware of a thing beforehand, Thuc.
-
…οὕτως ἐπιπλεύσειαν, ἐπεὶ οὐδʼ ἀπὸ τοῦ προφανοῦς τολμῆσαι ἂν καθʼ ἡσυχίαν, οὐδʼ εἰ διενοοῦντο, μὴ οὐκ ἂν προαισθέσθαι. ὡς δὲ ἔδοξεν αὐτοῖς, καὶ ἐχώρουν εὐθύς · καὶ ἀφικόμενοι νυκτὸς καὶ καθελκύσαντες ἐκ τῆς Νισαίας τὰς ναῦς…
Thucydides, The Peloponnesian War
-
…Τισσαφέρνους τὸ ἀρχαῖον ἐκ βασιλέως δεδομέναι, τότε δὲ ἀφειστήκεσαν πρὸς Κῦρον πᾶσαι πλὴν Μιλήτου · ἐν Μιλήτῳ δὲ Τισσαφέρνης προαισθόμενος τὰ αὐτὰ ταῦτα βουλευομένους ἀποστῆναι πρὸς Κῦρον, τοὺς μὲν αὐτῶν ἀπέκτεινε τοὺς δʼ ἐξέβαλεν. ὁ δὲ Κῦρος ὑπολαβὼν…
Xenophon, Anabasis
-
…πλήθους ἐπιβοήσαντος ἀναλαβών τινας ὁπλίτας ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατηγόμην, ἔσπευδεν ὡς ἀναιρήσων. ἐγὼ δʼ οὐδὲν προαισθόμενος διὰ κόπον πρὸ τῆς ταραχῆς κατεσχήμην. Σίμων δʼ ὁ τοῦ σώματός μου τὴν φυλακὴν πεπιστευμένος, ὁ καὶ μόνος…
Flavius Josephus, Life of Flavius Josephus
-
…δρᾶσαι μᾶλλον ἢ ὑπὸ τῶν ἐχθίστων αὐτὸν διαφθαρῆναι. ὁ δὲ Ἀστύοχος μηνύει καὶ ταῦτα τῷ Ἀλκιβιάδῃ. καὶ ὡς προῄσθετο αὐτὸν ὁ Φρύνιχος ἀδικοῦντα καὶ ὅσον οὐ παροῦσαν ἀπὸ τοῦ Ἀλκιβιάδου περὶ τούτων ἐπιστολήν, αὐτὸς προφθάσας τῷ στρατεύματι ἐξάγγελος…
Thucydides, The Peloponnesian War
-
…κατήρξαντο μάχης οἱ βάρβαροι νυκτὸς ἐκχυθέντες ἐπʼ αὐτοὺς καὶ πᾶσι τοῖς ἱππεῦσι πρὸς τὴν στρατοπεδείαν ἐπελάσαντες. τῶν δὲ Ἀθηναίων προαισθομένων καὶ συντεταγμένῃ τῇ στρατιᾷ τεθαρρηκότως ἀπαντώντων, συνέβη καρτερὰν γενέσθαι μάχην. τέλος δὲ τῶν Ἑλλήνων οἱ μὲν ἄλλοι πάντες…
Diodorus Siculus, Library
-
…, ἐὰν συμβῇ τοὺς Ἡρακλείδας μὴ κατὰ τὸν Ἰσθμόν, ἀλλὰ κατὰ τὸ Ῥίον ποιεῖσθαι τὴν διάβασιν, χάριν τοῦ προαισθομένους φυλάξασθαι τὴν ἔφοδον αὐτῶν, οὐ ποιησάντων δὲ τῶν Λοκρῶν, πᾶν δὲ τοὐναντίον φιλίους ἀράντων πυρσούς, ὅτε παρῆσαν…
Polybius, Histories
-
…τὸ δʼ ἄλλο διὰ τῶν Ἀμφιλοχικῶν ὀρῶν. καὶ ἅμα ὄρθρῳ ἐπιπίπτει τοῖς Ἀμπρακιώταις ἔτι ἐν ταῖς εὐναῖς καὶ οὐ προῃσθημένοις τὰ γεγενημένα, ἀλλὰ πολὺ μᾶλλον νομίσασι τοὺς ἑαυτῶν εἶναι · καὶ γὰρ τοὺς Μεσσηνίους πρώτους ἐπίτηδες ὁ Δημοσθένης προύταξε…
Thucydides, The Peloponnesian War
-
…δὲ τῆς στρατιᾶς προέπεμψεν εἰς Ἰόππην, προστάξας, εἰ μὲν καταλαβέσθαι δυνηθεῖεν τὴν πόλιν, φρουρεῖν, εἰ δὲ προαίσθοιντο τὴν ἔφοδον, περιμένειν αὐτόν τε καὶ τὴν ἄλλην δύναμιν. τῶν δὲ οἱ μὲν κατὰ θάλασσαν οἱ δὲ κατὰ…
Flavius Josephus, Jewish War
-
…καὶ ταῖς ἐπιμελείαις · τοσούτου γὰρ ἔδεον αὐτοὺς λανθάνειν οἱ κακόν τι δεδρακότες, ὥστε καὶ τοὺς ἐπιδόξους ἁμαρτήσεσθαί τι προῃσθάνοντο. τοιγαροῦν οὐκ ἐν τοῖς σκιραφείοις οἱ νεώτεροι διέτριβον, οὐδʼ ἐν ταῖς αὐλητρίσιν, οὐδʼ ἐν τοῖς τοιούτοις συλλόγοις…
Isocrates, Speeches
-
…δὲ τῶν στηριγμάτων ὁ μὲν πύργος ἐξαίφνης κατασείεται, τεῖχος δʼ ἕτερον ἔνδοθεν ἀνῳκοδομημένον διεφάνη · τὴν γὰρ ἐπιβουλὴν αὐτῶν προαισθόμενοι, τάχα καὶ τοῦ πύργου κινηθέντος ὡς ὑπωρύττετο, δεύτερον ἑαυτοῖς ἔρυμα κατεσκεύασαν. πρὸς ὃ τῶν ἀδοκήτως ἰδόντων καὶ…
Flavius Josephus, Jewish War