πρῷρα
πρῷρα, the forepart of a ship, a ship’s head, prow, bow
- forepart of a ship, prow, εἰς ἴκρια νηὸς πρῴρης Od. 12.230 (here prob. adjectival with νηός), cf. Hdt. ll.cc., etc.; πνεῦμα τοὐκ πρῴρας a contrary wind, opp. κατὰ πρύμναν, S. Ph. 639.
- 2 metaph., πρῷρα βιότου the prow of lifeʼs vessel, i.e. early youth, E. Tr. 103 (anap.); ὦ πρῷρα λοιβῆς Ἑστία thou who art first entitled to it, S. Fr. 726; πάροιθεν πρῴρας . . καρδίας before my heartʼs prow, in front of my heart, A. Ch. 390 (lyr.).
- 3 end of a vinebranch, Thphr. HP 2.1.3 (cj. in CP 3.14.7). (Written πρώρρα in Plb. 8.6.1, al., but πρωιρ- in PSI 4.382.2 (iii B.C.), cf. πρῳρατικός; κυανοπρωΐρους [⏑⏑_ _ _ _] is cited by EM 692.32 from Hom., and κυανοπρώϊραν from Simon. 241: hence πρῷρα is prob. contr. from a word of the form _ _⏑, but whether from *πρώειρα, as inferred by Hdn. Gr. 2.410, is doubtful; perh. from *πρώαιρα, cf. νείαιρα; -πρωῑρ- in Hom. and Simon. may have arisen by ‘distraction’ of the contracted form.)
- 1the forepart of a ship, a shipʼs head, prow, bow, Lat. prora, Od., etc.; πνεῦμα τοὐκ πρῴρας a contrary wind, opp. to κατὰ πρύμναν, Soph.
- 2metaph., πρῷρα βιότου the prow of lifeʼs vessel, i. e. early youth, Eur.; πάροιθεν πρῴρας καρδίας before my heartʼs prow, in front of my heart, Aesch.
-
…ἔκλαγξαν ἑλίτροχοι, ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμα πυριγενετᾶν χαλινῶν. τί οὖν ; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας, νεὼς καμούσης ποντίῳ πρὸς κύματι ; ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ χαῖα βρέτη…
Aeschylus, Seven Against Thebes
-
…αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας εἱειειειλίσσετε δακτύλοις φάλαγγες ἱστότονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς πρῴραις κυανεμβόλοις μαντεῖα καὶ σταδίους, οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. περίβαλλʼ ὦ τέκνον ὠλένας. ὁρᾷς τὸν…
Aristophanes, Frogs
-
…κατύπερθε Ἀσσυρίων οἰκημένοισι νομέας ἰτέης ταμόμενοι ποιήσωνται, περιτείνουσι τούτοισι διφθέρας στεγαστρίδας ἔξωθεν ἐδάφεος τρόπον, οὔτε πρύμνην ἀποκρίνοντες οὔτε πρῴρην συνάγοντες, ἀλλʼ ἀσπίδος τρόπον κυκλοτερέα ποιήσαντες καὶ καλάμης πλήσαντες πᾶν τὸ πλοῖον τοῦτο ἀπιεῖσι κατὰ τὸν ποταμὸν φέρεσθαι ,…
Herodotus, The Histories
-
…ἀπὸ σκοπῆς ὁρῶ τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει · στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν, οἴακος εὐθυντῆρος ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. πρέπουσι δʼ ἄνδρες…
Aeschylus, Suppliant Women
-
…Ἀγαθαρχίδας. καὶ οἱ μὲν Πελοποννήσιοι ἐτάξαντο κύκλον τῶν νεῶν ὡς μέγιστον οἷοί τʼ ἦσαν μὴ διδόντες διέκπλουν, τὰς πρῴρας μὲν ἔξω, ἔσω δὲ τὰς πρύμνας, καὶ τά τε λεπτὰ πλοῖα ἃ ξυνέπλει ἐντὸς ποιοῦνται καὶ πέντε ναῦς…
Thucydides, The Peloponnesian War
-
…μʼ ἀνώγει θωρήσσεσθαι · αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον πρῴρης · ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν. οὐδέ πῃ ἀθρῆσαι δυνάμην…
Homer, Odyssey
-
…ὁ δὲ Ἀντίοχος τῇ τε αὑτοῦ νηὶ καὶ ἄλλῃ ἐκ Νοτίου εἰς τὸν λιμένα τῶν Ἐφεσίων εἰσπλεύσας παρʼ αὐτὰς τὰς πρῴρας τῶν Λυσάνδρου νεῶν παρέπλει. ὁ δὲ Λύσανδρος τὸ μὲν πρῶτον ὀλίγας τῶν νεῶν καθελκύσας ἐδίωκεν αὐτόν, ἐπεὶ δὲ…
Xenophon, Hellenica
-
…πυκά εντʼ ὀλολυγμὸν ἀνδρὸς θεινομένου, γυναικός τʼ ὀλλυμένας · τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας ποτᾶται ; πάροιθεν δὲ πρῴρας δριμὺς ἄηται κραδίας θυμὸς ἔγκοτον στύγος. καί πότʼ ἂν ἀμφιθαλὴς Ζεὺς ἐπὶ χεῖρα βάλοι, φεῦ φεῦ, κάρανα…
Aeschylus, Libation Bearers
-
…πλεύσωμεν ; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί. ὃ δʼ εἶφʼ · Ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων, τέμνων δὲ λαιμὸν ηὔχετʼ · Ὦ ναίων ἅλα πόντιε…
Euripides, Helen
-
…πολλὰ τῷ ἀγάλματι κατεγέλασε. ἔστι γὰρ τοῦ Ἡφαίστου τὤγαλμα τοῖσι Φοινικηίοισι Παταΐκοισι ἐμφερέστατον, τοὺς οἱ Φοίνικες ἐν τῇσι πρῴρῃσι τῶν τριηρέων περιάγουσι. ὃς δὲ τούτους μὴ ὄπωπε, ὧδε σημανέω · πυγμαίου ἀνδρὸς μίμησίς ἐστι. ἐσῆλθε δὲ…
Herodotus, The Histories