φράτηρ
φράτηρ, φράτηρ, ὁ, member of a phratry (noun)
- = ἀδελφός, Hsch.:—member of a φράτρα: pl., those of the same φράτρα, clansmen, A. Eu. 656, IG 2(2).1237.9, al., freq. in Is. (v. infr.); σʼ ὁ πατὴρ εἰσήγαγʼ εἰς τοὺς φ. (which was done when the boy came of age), Ar. Av. 1669, cf. Lys. 30.2; εἰς τοὺς γεννήτας καὶ φ. ἐγγραφείς Is. 7.43; εἰσαγαγεῖν εἰς τοὺς φ. Id. 6.21; οὐκ ἐδέξαντο οἱ φ. ib. 22; γαμηλίαν τοῖς φράτερσιν εἰσφέρειν Id. 3.79; οὐκ ἔφυσε φράτερας, with a play on φραστῆρας (v. φραστήρ), he has not cut his citizen-teeth, is no true citizen, Ar. Ra. 422, cf. Av. 765 (troch.); φράτερες τριωβόλου, of the Athenian dicasts, Id. Eq. 255 (troch.).
- 2 metaph., of birds, φ. καὶ συγγενής Ael. NA 8.24. (φράτωρ, ορος (q.v.) is freq. found in codd., but is a later form acc. to Hdn.Gr. 1.49, Eust. 239.33; cogn. with Skt. bhrá̄tar-, Lat. frater, Goth. brōþar, ‘brother’, etc.)
- a member of a φράτρα· in pl. those of the same φράτρα, clansmen, Aesch., Ar.; εἰσάγειν τὸν υἱὸν εἰς τοὺς φράτερας (which was done when the boy came of age) Ar.; ἐγγράφειν τινὰ εἰς τοὺς φρ. Isae.; οὐκ ἔφυσε φράτερας (v. φραστήρ), he has not cut his citizen teeth, is no true citizen, Ar.; φράτερες τριωβόλου clansmen of the dicastʼs fee, Ar.
-
…αἷμʼ ὅμαιμον ἐκχέας πέδοι ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός ; ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις ; ποία δὲ χέρνιψ φρατέρων προσδέξεται ; καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ. οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου τοκεύς ,…
Aeschylus, Eumenides
-
…μετʼ αὐτῆς παίζων χορεύειν βούλομαι. κἄγωγε πρός. βούλεσθε δῆτα κοινῇ σκώψωμεν Ἀρχέδημον ; ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας. νυνὶ δὲ δημαγωγεῖ ἐν τοῖς ἄνω νεκροῖσι, κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. τὸν Κλεισθένους δʼ ἀκούω…
Aristophanes, Frogs
-
…, ἅτε δὲ νέα κατʼ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνος πολλοὶ τῶν παίδων ᾔσαμεν. εἶπεν οὖν τις τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τά τε ἄλλα σοφώτατον…
Plato, Timaeus
-
…ὁ πατὴρ ὁ Νικομάχου δημόσιος ἦν, καὶ οἷα νέος ὢν οὗτος ἐπετήδευσε, καὶ ὅσα ἔτη γεγονὼς εἰς τοὺς φράτερας εἰσήχθη, πολὺ ἂν ἔργον εἴη, λέγειν · ἐπειδὴ δὲ τῶν νόμων ἀναγραφεὺς ἐγένετο, τίς οὐκ οἶδεν οἷα…
Lysias, Speeches
-
…, μεθʼ ὧν καὶ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου, ἕως ἔζη, ἐφράτριζε καὶ αὐτὸς οὗτος. καὶ οἱ φράτερες, ὦ ἄνδρες δικασταί, οἱ τουτουὶ Μακαρτάτου, οἱ ἄριστα εἰδότες περὶ τοῦ γένους, ὁρῶντες αὐτὸν μὲν τοῦτον…
Demosthenes, Speeches
-
…υἱεῖς · οὗτοι πάντες ζῶσιν. καί μοι κάλει τοὺς ἐπιδημοῦντας αὐτῶν. Μάρτυρες λαβὲ δή μοι καὶ τὰς τῶν φρατέρων τῶν συγγενῶν τῶν τῆς μητρὸς καὶ δημοτῶν μαρτυρίας, καὶ ὧν τὰ μνήματα ταὐτά. Μαρτυρίαι τὰ μὲν τοίνυν τοῦ…
Demosthenes, Speeches
-
…τὸν ἕτερον πρὸς τούτῳ κατωμόσατʼ ἐκ τοῦ πατρὸς εἶναι τοῦ ἐμοῦ. ὡς δὲ τοῦτʼ ἐποίησεν, εἰσάγειν εἰς τοὺς φράτερας ἦν ἀνάγκη τούτους καὶ λόγος οὐδεὶς ὑπελείπετο. εἰσήγαγεν, ἐποιήσατο, ἵνα τἀν μέσῳ συντέμω, ἐγγράφει τοῖς Ἀπατουρίοις…
Demosthenes, Speeches
-
…εἰ ἅψοιτο αὐτῆς, αὐτὸς δὲ γυναῖκα αὐτὴν ἕξων, τούς τε παῖδας τοὺς ὄντας αὐτῇ τότε εἰσάξων εἰς τοὺς φράτερας ὡς αὑτοῦ ὄντας καὶ πολίτας ποιήσων, ἀδικήσει δὲ οὐδεὶς ἀνθρώπων, ἀφικνεῖται αὐτὴν ἔχων δεῦρο ἐκ τῶν Μεγάρων ,…
Demosthenes, Speeches
-
…, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ μέν εἰμʼ ἐπὶ τοὐνόματος τούτου πάντα τὸν χρόνον, τουτονὶ δὲ Βοιωτὸν εἰς τοὺς φράτερας, ἡνίκʼ ἠναγκάσθη, ἐνέγραψεν ὁ πατήρ. ἡδέως τοίνυν ἐροίμην ἂν αὐτὸν ἐναντίον ὑμῶν · εἰ μὴ ἐτελεύτησεν ὁ…
Demosthenes, Speeches
-
…τοὺς ἐμούς, ἀλλʼ εἰς τοὺς Εὐβουλίδου καὶ Ἁγνίου καὶ Μακαρτάτου τουτουί. καὶ ὅτε εἰσήγετο, οἱ μὲν ἄλλοι φράτερες κρύβδην ἔφερον τὴν ψῆφον, οὑτοσὶ δὲ Μακάρτατος φανερᾷ τῇ ψήφῳ ἐψηφίσατο ὀρθῶς εἰσάγεσθαι Εὐβουλίδῃ υἱὸν τὸν παῖδα τουτονί ,…
Demosthenes, Speeches