ὁμονοέω
ὁμονοέω, to be of one mind, agree together, live in harmony
- to be of one mind, agree, opp. στασιάζω, Th. 8.75, Lys. 2.63, etc.; οὔθʼ οἱ τρόποι γὰρ ὁμονοοῦσʼ οὔθʼ οἱ νόμοι Anaxandr. 39.2; -οῦσα ὀλιγαρχία a united oligarchy, opp. στασιάζουσα, Arist. Pol. 1306a9; πόλεις -οῦσαι Id. Rh.Al. 1422b35; συγγενείας -ούσης Epicur. Sent.Vat. 61; ὀμονόεντες (Aeol. part.) πρὸς ἀλλάλοις IG 12(2).6.30 (Mytil.); ὁ. ὅτι . . to be agreed that . ., Pl. Men. 86c: c. neut. Adj., ἐπειδὴ ὁμονοοῦμεν ταῦτα X. Cyr. 4.2.47; περὶ τῶν ἄλλων ὁ. Isoc. 9.53.
- 2 c. dat., live in harmony with, ἀλλήλοις And. 1.108; τινι Pl. R. 352a; ὁ. τινὶ περί τινος to be of one mind with him about . ., Id. Alc. 1.126c, cf. Isoc. 4.85; περί τι Arist. EN 1167a29: metaph., αὐλὸς ὁμονοεῖ χοροῖς Diog.Trag. 1.11; εὐτυχία ὁ. τοῖς κινδύνοις Lys. 2.43; of drugs, δεῖ τὰ καθαρτικὰ μιγνύμενα ὁμονοεῖν ἀλλήλοις Gal. 16.117; ὁμονοοῦσαι, term applied to the Muses by Epich. 222.
- 1to be of one mind, agree together, live in harmony, Thuc.; ὁμονοοῦσα ὀλιγαρχία a united oligarchy, Arist.
- 2c. dat. to live in harmony with others, c. dat., Plat.
-
…ἑνὶ δὴ οἶμαι ἐνοῦσα ταὐτὰ ταῦτα ποιήσει ἅπερ πέφυκεν ἐργάζεσθαι · πρῶτον μὲν ἀδύνατον αὐτὸν πράττειν ποιήσει στασιάζοντα καὶ οὐχ ὁμονοοῦντα αὐτὸν ἑαυτῷ, ἔπειτα ἐχθρὸν καὶ ἑαυτῷ καὶ τοῖς δικαίοις · ἦ γάρ ; ναί. δίκαιοι δέ γʼ εἰσίν…
Plato, Republic
-
…πλήθει καὶ ἀρετῇ ; ὥστε δικαίως μὲν ἀναμφισβήτητα τἀριστεῖα τῆς ναυμαχίας ἔλαβον παρὰ τῆς Ἑλλάδος, εἰκότως δὲ τὴν εὐτυχίαν ὁμονοοῦσαν τοῖς κινδύνοις ἐκτήσαντο, γνησίαν δὲ καὶ αὐτόχθονα τοῖς ἐκ τῆς Ἀσίας βαρβάροις τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο. ἐν μὲν…
Lysias, Speeches
-
…ἀλλήλους βίᾳ παρόντων Πελοποννησίων καὶ τῶν ἄλλων ἐχθρῶν εἰς τὴν αὑτῶν οἷοί τε ἐγένοντο κατελθεῖν, δῆλον ὅτι ῥαδίως ἂν ὁμονοοῦντες πολεμεῖν αὐτοῖς ἐδύναντο. ἐκεῖνοι μὲν οὖν διὰ τοὺς ἐν Πειραιεῖ κινδύνους ὑπὸ πάντων ἀνθρώπων ζηλοῦνται · ἄξιον δὲ καὶ…
Lysias, Speeches
-
…ὄντας τοῦδε τοῦ μνήματος τοὺς Λακεδαιμονίων τάφους παρέχονται. καὶ γάρ τοι μεγάλην μὲν ἀντὶ μικρᾶς ἀπέδειξαν τὴν πόλιν, ὁμονοοῦσαν δὲ ἀντὶ στασιαζούσης ἀπέφηναν, τείχη δὲ ἀντὶ τῶν καθῃρημένων ἀνέστησαν. οἱ δὲ κατελθόντες αὐτῶν, ἀδελφὰ τὰ βουλεύματα…
Lysias, Speeches
-
…τῶν μελλόντων εἰδέναι προσποιουμένους, περὶ δὲ τῶν παρόντων μηδὲν τῶν δεόντων μήτʼ εἰπεῖν μήτε συμβουλεῦσαι δυναμένους, ἀλλὰ μᾶλλον ὁμονοοῦντας καὶ πλείω κατορθοῦντας τοὺς ταῖς δόξαις χρωμένους ἢ τοὺς τὴν ἐπιστήμην ἔχειν ἐπαγγελλομένους, εἰκότως οἶμαι καταφρονοῦσι, καὶ νομίζουσιν…
Isocrates, Speeches
-
…ἀποκρινόμενος, ἀλλὰ προθυμοῦ εἰπεῖν. ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί. οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ…
Plato, Alcibiades 1
-
…εἰς φιλίαν ἀλλήλοις ἰόντας, τοὺς δὲ τοτὲ μὲν εἰς φιλίαν, τοτὲ δʼ εἰς διαφοράν, καὶ τὰ μὲν ὁμονοοῦντας, τὰ δὲ διαφερομένους ᾄδουσι. πάντα δὴ ταῦτα λέγω τόδε βουλόμενος ἐνδείξασθαι, ὅτι οὐκ, ἐπειδὰν ἡμεῖς τελευτήσωμεν…
Plato, Letters
-
…λόγῳ καὶ ἔργῳ. καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες. βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτʼ ἐστὶν ἀρετή ; πάνυ μὲν οὖν .…
Plato, Meno
-
…ἄνδρες δικασταί, τοῖς πρότερον γεγενημένοις παραδείγμασι χρωμένους βουλεύεσθαι περὶ τῶν μελλόντων ἔσεσθαι, καὶ τούτους ἡγεῖσθαι δημοτικωτάτους, οἵτινες ὁμονοεῖν ὑμᾶς βουλόμενοι τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένουσι, νομίζοντες καὶ τῆς πόλεως ταύτην ἱκανωτάτην εἶναι σωτηρίαν καὶ τῶν ἐχθρῶν…
Lysias, Speeches
-
…καταστάσεσι γίγνεσθαι, μειγνύντας πρὸς φιλίαν ἀλλήλοις δῆμον καὶ μὴ δῆμον ἐν ἑκάστῃ χώρᾳ καὶ πόλει, ὅπως ἂν μάλιστα ὁμονοῶν εἴη. τὰ μὲν οὖν τῶν ἱερέων, τῷ θεῷ ἐπιτρέποντα αὐτῷ τὸ κεχαρισμένον γίγνεσθαι, κληροῦν οὕτω τῇ θείᾳ…
Plato, Laws