ὄρθρος
ὄρθρος, day-break, dawn, cock-crow
- the time just before or about daybreak, dawn, cock-crow (ἀπʼ ὄρθρου μέχρι περ ἂν ἥλιος ἀνάσχῃ Pl. Lg. 951d), τάχα δʼ ὄ. ἐγίγνετο δημιοεργός h.Merc. 98; ἐπειδὰν ὄ. ᾖ Ar. Ach. 256, cf. Av. 496, etc.; ὄρθρου at dawn, Hes. Op. 577, Sopat. 25, Aristopho 10; ὄρθρου γενομένου Hdt. 1.198; ἅμα ὄρθρῳ Id. 7.188, Th. 3.112, etc.; ἐς ὄρθρον Theoc. 18.56, cf. X. Cyn. 6.6; κατʼ ὄρθρον Ar. V. 772; περὶ ὄρθρον Th. 6.101 (cf. περίορθρος); πρὸς ὄρθρον towards dawn, Ar. Lys. 1089; πρὸς ὄρθρον γʼ ἐστίν Id. Ec. 20; ὑπʼ ὄρθρον Batr. 103; ὑπὸ τὸν ὄ. D.C. 76.17; τὸν ὄ., abs., in the morning, Hdt. 4.181; διʼ ὄρθρων each morning early, E. El. 909; ὄ. βαθύς dim morning twilight, ἀλλὰ νῦν ὄ. β. Ar. V. 216, cf. Pl. Cri. 43a, Theoc. 18.14; τῆς παρελθούσης νυκτὸς . ., ἔτι βαθέος ὄ. Pl. Prt. 310a, cf. Ev.Luc. 24.1.
- II Ὄρθρος, ὁ, a mythical dog, son of Typhaon and Echidna, that kept the herds of Geryoneus on the island Erytheia, and was there killed by Heracles, Hes. Th. 309, cf. 293 (v.l. Ὄρθος).
- day-break, dawn, cock-crow, Hhymn., Ar.; ὄρθρου at dawn, Hes.; ὄρθρου γενομένου Hdt.; ἅμα ὄρθρῳ Hdt., etc.; also, τὸν ὄρθρον, absol., in the morning, Hdt.; διʼ ὄρθρων each morning early, Eur.:— ὄρθρος βαθύς early dawn, just before daybreak, Ar., Plat.
-
…λέγῃς. διπλῆ ἂν εἴη ἡ χάρις. ἀλλʼ οὖν ἀκούετε. τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ…
Plato, Protagoras
-
…τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων ; ἢ οὐ πρῲ ἔτι ἐστίν ; πάνυ μὲν οὖν. πηνίκα μάλιστα ; ὄρθρος βαθύς. θαυμάζω ὅπως ἠθέλησέ σοι ὁ τοῦ δεσμωτηρίου φύλαξ ὑπακοῦσαι. συνήθης ἤδη μοί ἐστιν, ὦ Σώκρατες ,…
Plato, Crito
-
…καὶ ἐπʼ ἠόα κοῖτον ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει. τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη. ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, ἠώς τοι προφέρει μὲν ὁδοῦ…
Hesiod, Works and Days
-
…μιχθῇ γυναικὶ τῇ ἑωυτοῦ ἀνὴρ Βαβυλώνιος, περὶ θυμίημα καταγιζόμενον ἵζει, ἑτέρωθι δὲ ἡ γυνὴ τὠυτὸ τοῦτο ποιέει, ὄρθρου δὲ γενομένου λοῦνται καὶ ἀμφότεροι · ἄγγεος γὰρ οὐδενὸς ἅψονται πρὶν ἂν λούσωνται. ταὐτὰ δὲ ταῦτα καὶ Ἀράβιοι ποιεῦσι…
Herodotus, The Histories
-
…διεῖχε δʼ ὁ Ἑλλήσποντος ταύτῃ σταδίους ὡς πεντεκαίδεκα. ἐνταῦθα δὴ ἐδειπνοποιοῦντο. Λύσανδρος δὲ τῇ ἐπιούσῃ νυκτί, ἐπεὶ ὄρθρος ἦν, ἐσήμηνεν εἰς τὰς ναῦς ἀριστοποιησαμένους εἰσβαίνειν, πάντα δὲ παρασκευασάμενος ὡς εἰς ναυμαχίαν καὶ τὰ παραβλήματα παραβάλλων ,…
Xenophon, Hellenica
-
…κελαδεινοὺς καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς. ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ, ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός · ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη, Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν…
NA, Homeric Hymns
-
…ἀσπίδας ἔχοντες, καὶ διʼ ἀπιστίαν ἐφώδευον τὸ μὲν ἀφʼ ἑσπέρας σὺν ταῖς ἀσπίσι κατὰ τείχη, τὸ δὲ πρὸς ὄρθρον σὺν τοῖς ἵπποις, ἀεὶ φοβούμενοι μὴ ἐπεισπέσοιέν τινες αὐτοῖς τῶν ἐκ τοῦ Πειραιῶς. οἱ δὲ πολλοί τε ἤδη…
Xenophon, Hellenica
-
…τῶν περὶ νόμους ἐποπτευόντων · οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων τοὺς ἀεὶ πρεσβεύοντας…
Plato, Laws
-
…τοιαύτη τις πρὸς πᾶσι τοῖς εἰρημένοις ἀνδρείαν ἄν τινα προσπαρέχοιτο ταῖς ψυχαῖς ἑκάστων τῶν ἐν ταῖς πόλεσιν · ἡμέρας δὲ ὄρθρου τε ἐπανιόντων παῖδας μὲν πρὸς διδασκάλους που τρέπεσθαι χρεών, ἄνευ ποιμένος δὲ οὔτε πρόβατα οὔτʼ ἄλλο οὐδέν πω βιωτέον…
Plato, Laws
-
…ἦσθα προσφιλέστατος. Ἀπεδέχετο δὲ πάντων μᾶλλον Ὅμηρον, οὗ καὶ εἰς ὕπνον ἰὼν πάντως τι ἀνεγίνωσκεν, ἀλλὰ καὶ ὄρθρου λέγων ἐπὶ τὸν ἐρώμενον ἀπιέναι ὁπότε βούλοιτο ἀναγνῶναι. τόν τε Πίνδαρον ἔφασκε δεινὸν εἶναι φωνῆς ἐμπλῆσαι καὶ ὀνομάτων καὶ…
Diogenes Laertius, Lives of Eminent Philosophers