ὄφελος
ὄφελος, furtherance, advantage, help
- furtherance, advantage, help, αἴ κʼ ὄφελός τι γενώμεθα in case we can be of any use, Il. 13.236; ὅς τοι πόλλʼ ὄ. γένετο who was a help to thee in many matters, 17.152; οὐδὲν σοί γʼ ὄ. not as any good to thee, 22.513; ὄ. τί μοι ἔσσῃ h.Merc. 34; τί δʼ ἔστʼ ὄ. δειλὸς ἀνήρ; Thgn. 102; λέγεις Ἀτρείδαις ὄ. ἢ ʼπʼ ἐμοὶ τόδε; S. Ph. 1384; τί δῆτʼ ἂν εἴης ὄ. ἡμῖν; what good could you be to us? Ar. Pl. 1152, cf. Pl. R. 505a, etc.; τὸ μέγα ὄ. τῆς πόλεως, Lat. columen rerum, ironical in Aeschin. 2.24 (quoted from D.): c. inf., τί γὰρ ὄ. σώματί γε κάμνοντι . . σιτία πολλὰ διδόναι; Pl. Grg. 504e, cf. 513e; τί ζῆν ὄ. ᾧ μή ʼστι τὸ ζῆν εἰδέναι; Philem. 104.
- 2 c. gen., φυγᾶς ὄ. εἴ τί μοι A. Supp. 737 (lyr.); τῶν ὄ. ἐστι οὐδέν Hdt. 8.68.γʹ; οἷσι . . οὐδὲν ὄ. ἐστιν οὔτε χρημάτων οὔτε τῶν ἄλλων οὐδενὸς ἄτερ τῆς ὑγιείης Hp. Vict. 3.69; τί τῆς εὐμορφίας ὄ.; E. Fr. 548; ἐλευθερίας οὐδὲν ὄ. And. 4.17; ἐάν τι ἡμῶν ὡς νομοθετῶν ὄ. ᾖ Pl. R. 530c; ἀνὴρ ὅτου τι καὶ σμικρὸν ὄ. ἐστιν Id. Ap. 28b; γεωργοῦ ἀργοῦ οὐδὲν ὄφελος X. Cyr. 1.6.18; μαγείρῳ μαχαίρας οὐδὲν ὄ. ἥτις μὴ τέμνει D. 25.46; τί δʼ ὄ. εὖ λαλοῦντος, ἂν κακῶς φρονῇ; Men. 821.
- 3 ὅ τι πέρ ἐστʼ ὄ. ἐν τῇ πόλει all that is best, all the best people, Ar. Ec. 53, cf. Luc. Herod. 8: c. gen., ὅ τι περ ὄ. τοῦ στρατεύματος the serviceable part (or perh. the flower) of the army, X. HG 5.3.6, cf. Theoc. 13.18; ὅ τι περ . . ἀπληστίας ὄ. the flower (acme) of gluttony, Luc. Tim. 55.
- 4 c. gen. objecti, help against a thing, Nic. Th. 518.
τό
[ὀφέλλω2.]
Good, use, help : αἴ κʼ ὀ. τι γενώμεθα Il. 13.236. Cf. Il. 17.152, Il. 22.513.
Strong 3786
advantage, help: I Co 15:32, Ja 2:14, 16.†
- furtherance, advantage, help, used often (like opus) as an indecl. adj., αἴ κʼ ὄφελός τι γενώμεθα whether we can be of any use, Il.; τί δῆτʼ ἂν εἴης ὄφ. ἡμῖν; what good couldst thou be to us? Ar.; c. inf., τί ὄφ. σώματι κάμνοντι σιτία διδόναι; Plat.; c. gen., τῶν ὄφελός ἐστι οὐδέν of which there is no profit, Hdt.; ὄφ. οὐδὲν γεωργοῦ ἀργοῦ Xen.;—but, ὅ τι περ ὄφελος στρατεύματος the serviceable part of the army, Xen.
-
…καλῶς λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα…
Plato, Apology
-
…ἐὰν μὲν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται, ἐὰν δὲ εἰς Ἅιδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελήσονται ; εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστιν τῶν σοι φασκόντων ἐπιτηδείων εἶναι, οἴεσθαί γε χρή. ἀλλʼ, ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς…
Plato, Crito
-
…εἶναι ἢ ὥστε εἰς ταῦτʼ ἰόντα σῴζεσθαι, ἐνταῦθα μὲν οὐκ ᾖα οἷ ἐλθὼν μήτε ὑμῖν μήτε ἐμαυτῷ ἔμελλον μηδὲν ὄφελος εἶναι, ἐπὶ δὲ τὸ ἰδίᾳ ἕκαστον ἰὼν εὐεργετεῖν τὴν μεγίστην εὐεργεσίαν, ὡς ἐγώ φημι, ἐνταῦθα ᾖα ,…
Plato, Apology
-
…δοκεῖν, οἵτινές σε οὐχὶ ἐσώσαμεν οὐδὲ σὺ σαυτόν, οἷόν τε ὂν καὶ δυνατὸν εἴ τι καὶ μικρὸν ἡμῶν ὄφελος ἦν. ταῦτα οὖν, ὦ Σώκρατες, ὅρα μὴ ἅμα τῷ κακῷ καὶ αἰσχρὰ ᾖ σοί τε καὶ ἡμῖν…
Plato, Crito
-
…μεθʼ ὅμιλον σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ ζωὸς ἐών · νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. τὼ νῦν εἴ τις…
Homer, Iliad
-
…τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι · ταῦτα δʼ ἅμα χρὴ σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν…
Homer, Iliad
-
…βοήθειάν ποθεν μεταπεμψόμεθα ἐπὶ τοὺς οὕτω βεβιωκότας, οὐδὲ βουλεύεσθαι δυνησομένους ἡμᾶς περὶ τῶν σπουδαιοτάτων πραγμάτων. ἔστι δʼ οὐδὲν ὄφελος, ὦ ἄνδρες Ἀθηναῖοι, ζητεῖν τοὺς τοιούτους ἀνθρώπους ἀπελαύνειν ἀπὸ τοῦ βήματος ταῖς κραυγαῖς · οὐ γὰρ αἰσχύνονται ·…
Aeschines, Speeches
-
…μεγάροισι κέονται λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν. ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ…
Homer, Iliad
-
…λοιπὰ ἀγαθὰ πάντα · καὶ γὰρ πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ φίλων μάλιστʼ εἶναι χρεία · τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους ; ἢ πῶς ἂν τηρηθείη καὶ σῴζοιτʼ…
Aristotle, Nicomachean Ethics
-
…, οὐκ ἂν ἀπώλοντο · πόλλʼ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι. ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς ; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην…
Demosthenes, Speeches