Αἰσονίδης
Αἰσονίδης, Aesonides
hijo de Esón
-
…Πελίης καὶ ἀτάσθαλος ὀβριμοεργός. τοὺς τελέσας ἐς Ἰωλκὸν ἀφίκετο, πολλὰ μογήσας, ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν, Μήδειον τέκε…
Hesiod, Theogony
-
…ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους, τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, ὑβριστὴς Πελίης…
Hesiod, Theogony
-
…ἕθεν ὅρκοις, κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν, τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες · οἷα…
Apollonius Rhodius, Argonautica
-
…μὲν ἀρίζηλός τʼ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν · ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς. ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δʼ αὔτως ἤχλυσαν ·…
Apollonius Rhodius, Argonautica
-
…ἐξέτι κείνου, ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν, ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. Αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν ἐξ Αἴης ἔσσεσθαι · ἀνώιστος…
Apollonius Rhodius, Argonautica
-
…· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων, νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας τὴν ὁδόν, ᾗ…
Apollonius Rhodius, Argonautica
-
…ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν ὀξέα δενδίλλων · αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ, ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν ἧκʼ ἐπὶ Μηδείῃ · τὴν δʼ ἀμφασίη λάβε θυμόν .…
Apollonius Rhodius, Argonautica
-
…μῆρʼ ἐτάμοντο, κὰδ δʼ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷ καῖον ἐπὶ σχίζῃσιν · ὁ δʼ ἀκρήτους χέε λοιβὰς Αἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμων πάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺν πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν · αἶψα δʼ…
Apollonius Rhodius, Argonautica
-
…ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται. Ὧς ηὔδα · πάσῃσι δʼ ἐπίκλοπος ἥνδανε μῆτις. αὐτίκα δʼ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας Ἄργος, ὅτʼ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν, ἦγε διὲκ…
Apollonius Rhodius, Argonautica
-
…χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον, εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος · Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις χρύσειον βασιλῆι…
Apollonius Rhodius, Argonautica