μηδέτερος
μηδέτερος, neither of the two
Could not find μηδετέρα in Logeion dictionaries.
μηδετέρα Adjective: feminine nominative dual, Adjective: feminine vocative dual, Adjective: feminine accusative dual, Adjective: feminine nominative singular, Adjective: feminine vocative singular of μηδέτερος
- neither of the two, Th. 4.118, Pl. R. 470a, etc.; also divisim, οἱ μηδὲ μεθʼ ἑτέρων Th. 2.67, cf. 72; μηδὲ καθʼ ἕτερα Id. 7.59. Adv. μηδετέρως in neither way, Arist. Po. 1460b35; μ. ἔχοντες being indifferent (neither friends nor foes), ib. 1453b19.
- or μηδʼ, ἕτερος, α ον, neither of the two, Thuc., Plat.: adv. -ρως, in neither of two ways, Arist.
-
…πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέῳ · τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν ·…
Hippocrates, Regimen in Acute Diseases
-
…τὰς μεταμελείας ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐναντίοις λαμβάνων ἀσφαλέστατος ἂν διατελοίη. λύσετε δὲ οὐδὲ τὰς Λακεδαιμονίων σπονδὰς δεχόμενοι ἡμᾶς μηδετέρων ὄντας ξυμμάχους · εἴρηται γὰρ ἐν αὐταῖς, τῶν Ἑλληνίδων πόλεων ἥτις μηδαμοῦ ξυμμαχεῖ, ἐξεῖναι παρʼ ὁποτέρους ἂν ἀρέσκηται…
Thucydides, The Peloponnesian War
-
…, τοῦτʼ ἐστὶ προδότην εἶναι τῶν φίλων ; ἀποκαλεῖ δὲ κόθορνόν με, ὡς ἀμφοτέροις πειρώμενον ἁρμόττειν. ὅστις δὲ μηδετέροις ἀρέσκει, τοῦτον ὢ πρὸς τῶν θεῶν τί ποτε καὶ καλέσαι χρή ; σὺ γὰρ δὴ ἐν μὲν τῇ δημοκρατίᾳ…
Xenophon, Hellenica
-
…ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν, καὶ ἔστε μηδὲ μεθʼ ἑτέρων, δέχεσθε δὲ ἀμφοτέρους φίλους, ἐπὶ πολέμῳ δὲ μηδετέρους. καὶ τάδε ἡμῖν ἀρκέσει. ὁ μὲν Ἀρχίδαμος τοσαῦτα εἶπεν · οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα ἐσῆλθον ἐς…
Thucydides, The Peloponnesian War
-
…λυσιτελοῦς. διʼ ἡδονὴν μὲν οὖν καὶ διὰ τὸ χρήσιμον καὶ φαύλους ἐνδέχεται φίλους ἀλλήλοις εἶναι καὶ ἐπιεικεῖς φαύλοις καὶ μηδέτερον ὁποιῳοῦν, διʼ αὑτοὺς δὲ δῆλον ὅτι μόνους τοὺς ἀγαθούς · οἱ γὰρ κακοὶ οὐ χαίρουσιν ἑαυτοῖς, εἰ μή…
Aristotle, Nicomachean Ethics
-
…φαίνοιτο ἀρκούντως, οὐδὲν προσδεήσει τοῦ διότι · ὁ δὲ τοιοῦτος ἔχει ἢ λάβοι ἂν ἀρχὰς ῥᾳδίως. ᾧ δὲ μηδέτερον ὑπάρχει τούτων, ἀκουσάτω τῶν Ἡσιόδου · οὗτος μὲν πανάριστος ὃς αὐτὸς πάντα νοήσῃ, ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς…
Aristotle, Nicomachean Ethics
-
…ἔγωγε. ἄφρονας δὲ ποτέρους ; ἆρά γε τοὺς μηδέτερα τούτων εἰδότας ; τούτους. οὐκοῦν οἵ γε μὴ εἰδότες μηδέτερα τούτων λήσουσιν αὑτοὺς καὶ λέγοντες καὶ πράττοντες ἅττα μὴ δεῖ ; φαίνεται. τούτων μέντοι ἔλεγον, ὦ Ἀλκιβιάδη ,…
Plato, Alcibiades 2
-
…καὶ τοῦτο. ἰδὲ δὴ ἐάν τι μᾶλλον νῦν ἐπίσπῃ. Σωκράτης εἰ γιγνώσκει Θεόδωρον καὶ Θεαίτητον, ὁρᾷ δὲ μηδέτερον, μηδὲ ἄλλη αἴσθησις αὐτῷ πάρεστι περὶ αὐτῶν, οὐκ ἄν ποτε ἐν ἑαυτῷ δοξάσειεν ὡς ὁ Θεαίτητός ἐστι Θεόδωρος…
Plato, Theaetetus
-
…ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα μὲν ἡδύν, τὸν δʼ αὖ λυπηρόν, τὸν δʼ ἕνα μηδέτερα. ἢ πῶς ἂν φαίης σὺ περὶ τούτων ; οὐκ ἄλλως ἔγωγε ἢ ταύτῃ, τρεῖς εἶναι τοὺς βίους .…
Plato, Philebus
-
…γὰρ δή. τῷ δὴ τοιούτῳ πράγματι πῶς ἄν τις μᾶλλον ἢ ἧττον ὁτιοῦν ἂν ποιοῖ ἢ πάσχοι, ᾧ μηδέτερον τούτων προσείη ; ἀδύνατον. ἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι…
Plato, Hipparchus