κράς
κράς, the head
- head, ἐκ κράατος ἀθανάτοιο Il. 14.177; σῷ δʼ αὐτοῦ κράατι τείσεις Od. 22.218, etc.; ὑπὸ κράτεσφι under his head, Il. 10.156: metaph., top, peak, κρατὸς ἀπʼ Οὐλύμποιο Il. 20.5; ἐπὶ κρατὸς λιμένος at the head or far end of the bay, Od. 9.140, 13.102.
- II Adv. κρῆθεν, used by Hom. in the phrase κατὰ κρῆθεν down from the head, from the top, δένδρεα . . κατὰ κρῆθεν χέε καρπόν from their tops, Od. 11.588, cf. h.Cer. 182, Hes. Th. 574: hence, from head to foot, entirely, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος Il. 16.548 (perh. for κατʼ ἄκρηθεν = κατʼ ἄκρης, v. ἄκρα); also ἀπὸ κρῆθεν Hes. Sc. 7.
1. hoofd:
2. top (van een berg):
- 1head κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν ἀγκύλῳ κρᾶτί κατέχευας P. 1.8 εὐπαρᾴου κρᾶτα συλάσαις Μεδοίσας υἱὸς Δανάας P. 12.16 τρία κρᾶτα fr. 8.
- Ithe head, Hom., Trag.; ἐπὶ κρατὸς λιμένος at the head or far end of the bay, Od.
- IIan old gen. κρῆθεν is used in the phrase κατὰ κρῆθεν, down from the head, from the top, Od., Hes.: hence, like penitus, from head to foot, entirely, Τρῶας κατὰ κρῆθεν λάβε πένθος Il.
-
…ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι, ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν, ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ κλύσσει · ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ, τεύξασθαι νηόν τε καὶ ἄλσεα…
NA, Homeric Hymns
-
…μὴ δοκεῖς λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν ; οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες · σὺ δὲ τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα…
Sophocles, Electra
-
…ἠδὲ καὶ υἱόν, ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροις · σῷ δʼ αὐτοῦ κράατι τίσεις. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ…
Homer, Odyssey
-
…Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν. ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα καὶ κρᾶτα σεῖσαι πολιόν ; ἐξηγοῦ σύ μοι γέρων γέροντι, Τειρεσία · σὺ γὰρ σοφός. ὡς οὐ κάμοιμʼ ἂν οὔτε…
Euripides, Bacchae
-
…ἐλθέτω πέλας. Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν ; αἰρέσθω λαβὼν πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις, ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ. ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων…
Euripides, Bacchae
-
…ὅ τί κεν κεφαλῇ κατανεύσω. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων · ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο · μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν · ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο…
Homer, Iliad
-
…κῦμα ἔκτοθεν · ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται. ἐν δὲ κρητῆρές…
Homer, Odyssey
-
…αἰεὶ ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων · ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο · μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. ὣς εἰπὼν ἐκέλευσε καρήατι μητίετα Ζεύς. ἵληθʼ, εἰραφιῶτα, γυναιμανές…
NA, Homeric Hymns
-
…γε δέρκεται ὄσσοις χρυσῆς ἐκ κόρυθος · λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ αἰγλῆεν στίλβουσι παρὰ κροτάφων τε παρειαὶ λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον τηλαυγές · καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος λεπτουργές, πνοιῇ ἀνέμων · ὕπο δʼ ἄρσενες ἵπποι…
NA, Homeric Hymns
-
…πόρε δῖα Καλυψώ. ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ, ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς, ἐν μέσσῃ…
Homer, Odyssey