νεώριον
νεώριον, νεώριον, τό, dockyard (noun)
- dockyard, IG 1(2).57.53, al., Ar. Ach. 918, Th. 2.93, 3.74, etc.: in pl., E. Hel. 1530, Ar. Av. 1540, Th. 3.92, Lys. 12.99, 13.46, Pl. Criti. 115c, etc.
- a place were ships are taken care of, a dockyard, Ar., Thuc.; also in pl., like Lat. navalia, Eur., Thuc., etc. Cf. νεώσοικος.
-
…τὰ μὲν ἀπέδοντο τὰ δʼ εἰσιόντες ἐμίαινον, ὑπέρ τε τῆς πόλεως, ἣν μικρὰν ἐποίουν, ὑπέρ τε τῶν νεωρίων, ἃ καθεῖλον, καὶ ὑπὲρ τῶν τεθνεώτων, οἷς ὑμεῖς, ἐπειδὴ ζῶσιν ἐπαμῦναι οὐκ ἐδύνασθε, ἀποθανοῦσι βοηθήσατε…
Lysias, Speeches
-
…τροπωτῆρα πεζῇ ἰέναι ἐκ Κορίνθου ἐπὶ τὴν πρὸς Ἀθήνας θάλασσαν καὶ ἀφικομένους κατὰ τάχος ἐς Μέγαρα καθελκύσαντας ἐκ Νισαίας τοῦ νεωρίου αὐτῶν τεσσαράκοντα ναῦς, αἳ ἔτυχον αὐτόθι οὖσαι, πλεῦσαι εὐθὺς ἐπὶ τὸν Πειραιᾶ · οὔτε γὰρ ναυτικὸν ἦν προφυλάσσον…
Thucydides, The Peloponnesian War
-
…ταῦτα οὖν λαμβάνοντες πάντα παρὰ τῆς γῆς κατεσκευάζοντο τά τε ἱερὰ καὶ τὰς βασιλικὰς οἰκήσεις καὶ τοὺς λιμένας καὶ τὰ νεώρια καὶ σύμπασαν τὴν ἄλλην χώραν, τοιᾷδʼ ἐν τάξει διακοσμοῦντες. τοὺς τῆς θαλάττης τροχούς, οἳ περὶ τὴν ἀρχαίαν…
Plato, Critias
-
…, τοῖς δὲ πάντων διαφέρουσιν πρὸς πίστιν ἐντὸς τῆς ἀκροπόλεως περὶ τοὺς βασιλέας αὐτοὺς ἦσαν οἰκήσεις δεδομέναι. τὰ δὲ νεώρια τριήρων μεστὰ ἦν καὶ σκευῶν ὅσα τριήρεσιν προσήκει, πάντα δὲ ἐξηρτυμένα ἱκανῶς. καὶ τὰ μὲν δὴ περὶ τὴν…
Plato, Critias
-
…πάντες ἂν μέγα δύναιντο, ἐπεὶ κἂν ἐμπρησθείη οἰκία τούτῳ τῷ τρόπῳ ἥντινά σοι δοκοῖ, καὶ τά γε Ἀθηναίων νεώρια καὶ αἱ τριήρεις καὶ τὰ πλοῖα πάντα καὶ τὰ δημόσια καὶ τὰ ἴδια · ἀλλʼ οὐκ ἄρα τοῦτʼ ἔστιν τὸ…
Plato, Gorgias
-
…τοῦτον τῶν ἡδίστων ; ἔτι δὲ τὰ τείχη ὡς κατεσκάφη καὶ αἱ νῆες τοῖς πολεμίοις παρεδόθησαν καὶ ; τὰ ; νεώρια καθῃρέθη καὶ Λακεδαιμόνιοι τὴν ἀκρόπολιν ἡμῶν εἶχον καὶ ἡ δύναμις ἅπασα τῆς πόλεως παρελύθη, ὥστε μηδὲν διαφέρειν τῆς ἐλαχίστης…
Lysias, Speeches
-
…Σώκρατες, σαφῶς ἀποκαλύψαι τὴν τῆς ῥητορικῆς δύναμιν ἅπασαν · αὐτὸς γὰρ καλῶς ὑφηγήσω. οἶσθα γὰρ δήπου ὅτι τὰ νεώρια ταῦτα καὶ τὰ τείχη τὰ Ἀθηναίων καὶ ἡ τῶν λιμένων κατασκευὴ ἐκ τῆς Θεμιστοκλέους συμβουλῆς γέγονεν, τὰ δʼ ἐκ…
Plato, Gorgias
-
…ὡς ἔπος εἰπεῖν οὐδὲν τούτων διέφερον ἐκεῖνοι · ὅπερ μόνον ἔργον ἐστὶν ἀγαθοῦ πολίτου. ναῦς δὲ καὶ τείχη καὶ νεώρια καὶ ἄλλα πολλὰ τοιαῦτα καὶ ἐγώ σοι ὁμολογῶ δεινοτέρους εἶναι ἐκείνους τούτων ἐκπορίζειν. πρᾶγμα οὖν γελοῖον ποιοῦμεν ἐγώ τε…
Plato, Gorgias
-
…διαλεχθεὶς ἔπεισε τοὺς Θηβαίους ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἀρχῆς. εὐθὺς οὖν ὁ δῆμος ἐψηφίσατο τριήρεις μὲν ἑκατὸν ναυπηγεῖσθαι, νεώρια δὲ ταύταις ἴσα τὸν ἀριθμόν, Ῥοδίους δὲ καὶ Χίους καὶ Βυζαντίους προτρέπεσθαι βοηθῆσαι ταῖς ἐπιβολαῖς. αὐτὸς δὲ μετὰ…
Diodorus Siculus, Library
-
…σπουδαιοτάτων, ὅταν ὑμεῖς ὡς πιστὸν αὐτὸν καὶ δίκαιον φύλακα καταστήσητε ; ποίας οὐκ ἂν προδοῦναι τριήρεις τῶν ἐν τοῖς νεωρίοις ; ἢ τίνος ἂν φροντίσαι φυλακῆς, λήσειν ἐλπίσαντα καὶ λήψεσθαι διπλάσιον οὗ νῦν εἴληφε χρυσίου ; οὐδὲν ὅ τι…
Dinarchus, Speeches