περιλείπομαι
περιλείπομαι, to be left remaining, remain over, survive
- remain over, survive, ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται Il. 19.230; τὸν περιλειφθέντα Hdt. 1.82; ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται Ar. Nu. 725; τοὺς περιλελειμμένους φίλων E. Hel. 426, cf. Pl. Ti. 23c (Pass.), Arist. Oec. 1350a29, etc.
Strong 4035
to be left remaining, remain over, survive: I Th 4:15, 17.†
- Pass. to be left remaining, remain over, survive, Il., Hdt., etc.
-
…· καίτοι σχεδὸν ἀπὸ τῆς παρασκευῆς εἰς τὴν ὑπὸ Ῥωμαίοις ἅλωσιν ἑκατὸν ἦν χρόνος ἐτῶν · ἀλλὰ καὶ Ῥωμαῖοι τοὺς περιλειφθέντας τῶν καρπῶν εὗρον ἀδιαφθόρους. αἴτιον δʼ οὐκ ἂν ἁμάρτοι τις ὑπολαμβάνων εἶναι τὸν ἀέρα τῆς διαμονῆς ὕψει τῷ περὶ…
Flavius Josephus, Jewish War
-
…τὰ ἐναντία τούτων ἔθεντο νόμον · οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν. τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων Ὀθρυάδην, αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν…
Herodotus, The Histories
-
…τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι τῶν τε ἄλλων ζῴων, καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται · περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ συμπίπτει, μέγιστον δὲ τόδε καὶ συνεπόμενον τῇ…
Plato, Statesman
-
…χώρᾳ παρʼ ὑμῖν οὐκ ἴστε γεγονός, ἐξ ὧν σύ τε καὶ πᾶσα ἡ πόλις ἔστιν τὰ νῦν ὑμῶν, περιλειφθέντος ποτὲ σπέρματος βραχέος, ἀλλʼ ὑμᾶς λέληθεν διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς γράμμασιν τελευτᾶν ἀφώνους. ἦν γὰρ…
Plato, Timaeus
-
…ὀνόματα σέσωται, τὰ δὲ ἔργα διὰ τὰς τῶν παραλαμβανόντων φθορὰς καὶ τὰ μήκη τῶν χρόνων ἠφανίσθη. τὸ γὰρ περιλειπόμενον ἀεὶ γένος, ὥσπερ καὶ πρόσθεν ἐρρήθη, κατελείπετο ὄρειον καὶ ἀγράμματον, τῶν ἐν τῇ χώρᾳ δυναστῶν τὰ ὀνόματα…
Plato, Critias
-
…γῆς δʼ ἀφθόνου πλῆθος πάμπολυ, ζῴων δὲ τῶν ἄλλων ἐρρόντων, βουκόλιʼ ἄττα, καὶ εἴ τί που αἰγῶν περιλειφθὲν ἐτύγχανεν γένος, σπάνια καὶ ταῦτα νέμουσιν εἶναι ζῆν τότε κατʼ ἀρχάς ; τί μήν ; πόλεως δὲ καὶ πολιτείας…
Plato, Laws
-
…ζῶντα καὶ κομίσασθαι τὰς τῶν εὐεργεσιῶν χάριτας δυνάμενον, ὧν καὶ αὐτὸς ἔτυχε παρὰ Ἰωνάθου. φήσαντος δʼ υἱὸν αὐτοῦ περιλείπεσθαι Μεμφίβοσθον ὄνομα πεπηρωμένον τὰς βάσεις, τῆς γὰρ τροφοῦ μετὰ τὸ προσαγγελθῆναι τὸν πατέρα τοῦ παιδίου καὶ τὸν πάππον ἐν…
Flavius Josephus, Antiquities of the Jews
-
…ἀμφιβλήματα χλιδάς τε πόντος ἥρπασʼ · ἐν δʼ ἄντρου μυχοῖς κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ ἄρξασαν ἥκω τούς τε περιλελειμμένους φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη. μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω…
Euripides, Helen
-
…, ὑφʼ οὗ κινδυνεύσει πᾶν ἀπολέσθαι τὸ τῶν ζῴων γένος, ἀλλὰ τετιμωρημένον τοὺς πονηροὺς φειδὼ ποιεῖσθαι τῶν διὰ χρηστότητα περιλειφθέντων καὶ τὸ δεινὸν διαφυγεῖν κεκριμένων · κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς…
Flavius Josephus, Antiquities of the Jews
-
…Ἠλείους. Ἀρκάδων δὲ συναγωνισαμένων τοῖς Ἠλείοις καὶ μάχῃ νικησάντων τοὺς φυγάδας πολλοὶ μὲν τῶν μισθοφόρων ἀνῃρέθησαν, οἱ δὲ περιλειφθέντες εἰς τετρακισχιλίους ἐζωγρήθησαν. διελομένων δὲ τῶν τε Ἀρκάδων καὶ Ἠλείων τοὺς αἰχμαλώτους οἱ μὲν Ἀρκάδες τοὺς ἑαυτοῖς μερισθέντας ἅπαντας…
Diodorus Siculus, Library