πρόσωθεν
πρόσωθεν, from afar
- from afar, opp. ἐγγύθεν, ἐλαύνων πρόσσοθεν ἵππους Il. l.c.; πρόσωθεν βαλεῖν, προσδέρκεσθαι, A. Ag. 947, 952; κλύειν Id. Eu. 297, cf. 397; στείχειν S. Aj. 723; οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων, πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων E. Ion 586; πόρρωθεν ἀσπάζεσθαι, ἀναγνῶναι, etc., Pl. Chrm. 153b, R. 368d, etc.:—Comp. πορρωτέρωθεν, from a more distant point, σκοπεῖν Isoc. 4.23, cf. 6.16, 12.120, 16.4, Thphr. Sud. 4.
- 2 distantly, in sense, D.L. 7.16.
- II of Time, from long ago, E. Hipp. 831 (lyr.), Pl. Chrm. 155a, D. 10.46, etc.
- 1further, beyond οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν (Boehmer: οὐκέτι πόρσω, οὐκ ἔστι πρόσω codd.) N. 9.47
- from afar, Il., Trag., etc.
-
…μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον. προσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ. κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος ὁ Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί ἑ κελεῦσαι. καί μου ὄπισθεν ὁ παῖς λαβόμενος…
Plato, Republic
-
…κατίδωσιν αὐτοὺς ἐκβεβηκότας καὶ ἐσκεδασμένους κατὰ τὴν Χερρόνησον, ὅπερ ἐποίουν πολὺ μᾶλλον καθʼ ἑκάστην ἡμέραν, τά τε σιτία πόρρωθεν ὠνούμενοι καὶ καταφρονοῦντες δὴ τοῦ Λυσάνδρου, ὅτι οὐκ ἀντανῆγεν, ἀποπλέοντας τοὔμπαλιν παρʼ αὐτὸν ἆραι ἀσπίδα κατὰ μέσον τὸν…
Xenophon, Hellenica
-
…, ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε · λοῖσθος…
Homer, Iliad
-
…· Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν · μέσον δὲ προσμολὼν στρατήγιον κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ. στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ, τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ…
Sophocles, Ajax
-
…πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς. τούτων μὲν οὕτω · τὴν ξένην δὲ πρευμενῶς τήνδʼ ἐσκόμιζε · τὸν κρατοῦντα μαλθακῶς θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ. αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον ἄνθος, στρατοῦ δώρημʼ ,…
Aeschylus, Agamemnon
-
…φρουρίου πέτραι τῷ πλησίον ὄρει συνήγγιζον, ἄλλως δὲ πρὸς ἀφθονίαν τῶν ἐπιτηδείων δύσκολον · οὐ γὰρ ἡ τροφὴ μόνον πόρρωθεν ἐκομίζετο καὶ σὺν μεγάλῃ ταλαιπωρίᾳ τῶν ἐπὶ τοῦτο τεταγμένων Ἰουδαίων, ἀλλὰ καὶ τὸ ποτὸν ἦν ἀγώγιμον εἰς τὸ στρατόπεδον…
Flavius Josephus, Jewish War
-
…μοι ; μένει ; γέρας παλαιόν, οὐδʼ ἀτιμίας κύρω, καίπερ ὑπὸ χθόνα τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας. πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος…
Aeschylus, Eumenides
-
…ταῦθʼ, ὑπαί τις ἀρβύλας λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. καὶ τοῖσδέ μʼ ἐμβαίνονθʼ ἁλουργέσιν θεῶν μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος. πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν φθείροντα πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς. τούτων μὲν οὕτω · τὴν…
Aeschylus, Agamemnon
-
…κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά, ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη, φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. καὶ νῦν Ὀρέστης ἦν γὰρ εὐβούλως ἔχων, ἔξω κομίζων ὀλεθρίου…
Aeschylus, Libation Bearers
-
…ἢ κατηρεφῆ πόδα, φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι κλύει δὲ καὶ πρόσωθεν ὢν θεός ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος. οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον…
Aeschylus, Eumenides