σατραπεία
σατραπεία, a satrapy, the office
- satrapy, office or province of a satrap, Hdt. 1.192, 3.89, X. HG 3.1.10, OGI 221.28 (Ilium, iii B.C.), LXX Jo. 13.3 (-ίαις), J. AJ 11.3.2:—ξατραπ-, Arr. Fr. 10 J., cf. σατράπης.
- a satrapy, the office or province of a satrap, Hdt., Xen.
-
…τριτημορίη ἡ Ἀσσυρίη χώρη τῇ δυνάμι τῆς ἄλλης Ἀσίης. καὶ ἡ ἀρχὴ τῆς χώρης ταύτης, τὴν οἱ Πέρσαι σατραπηίην καλέουσι, ἐστὶ ἁπασέων τῶν ἀρχέων πολλόν τι κρατίστη, ὅκου Τριτανταίχμῃ τῷ Ἀρταβάζου ἐκ βασιλέος ἔχοντι τὸν νομὸν τοῦτον…
Herodotus, The Histories
-
…, ἕως μὲν ἔζη, Ζῆνις Δαρδανεύς · ἐπειδὴ δὲ ἐκεῖνος νόσῳ ἀπέθανε, παρασκευαζομένου τοῦ Φαρναβάζου ἄλλῳ δοῦναι τὴν σατραπείαν, Μανία ἡ τοῦ Ζήνιος γυνή, Δαρδανὶς καὶ αὐτή, ἀναζεύξασα στόλον καὶ δῶρα λαβοῦσα ὥστε καὶ αὐτῷ Φαρναβάζῳ…
Xenophon, Hellenica
-
…καὶ καταστάσεως. ὁ δὲ βασιλεὺς ἐπαρθεὶς τῷ γεγονότι προτερήματι, καὶ βουλόμενος ἀναταθῆναι καὶ καταπλήξασθαι τοὺς ὑπερκειμένους ταῖς ἑαυτοῦ σατραπείαις καὶ συνοροῦντας δυνάστας τῶν βαρβάρων, ἵνα μήτε συγχορηγεῖν μήτε συμπολεμεῖν τολμῶσι τοῖς ἀποστάταις αὐτοῦ γινομένοις, ἐπεβάλετο στρατεύειν ἐπʼ…
Polybius, Histories
-
…ἰδίαν ἐπιείκειαν προσαγόμενος ἀνέζευξεν ἐπὶ τὸν Δαρεῖον. οὗτος δʼ ἐπεβάλετο μὲν ἀθροίζειν τὰς ἐκ τῆς Βακτριανῆς καὶ τῶν ἄλλων σατραπειῶν δυνάμεις, καταταχούμενος δὲ καὶ μετὰ τρισμυρίων Περσῶν τε καὶ μισθοφόρων Ἑλλήνων τὴν φυγὴν εἰς Βάκτρα ποιούμενος ὑπὸ Βήσσου τοῦ…
Diodorus Siculus, Library
-
…καὶ σῶσαι τὸ ἔθνος ἡμῶν λέγουσιν. παραλαβὼν γὰρ τὴν βασιλείαν ὁ Ἀρταξέρξης καὶ καταστήσας ἀπὸ Ἰνδίας ἄχρι Αἰθιοπίας τῶν σατραπειῶν ἑκατὸν καὶ εἰκοσιεπτὰ οὐσῶν ἄρχοντας, τῷ τρίτῳ τῆς βασιλείας ἔτει τούς τε φίλους καὶ τὰ Περσῶν ἔθνη καὶ τοὺς…
Flavius Josephus, Antiquities of the Jews
-
…προσσχόντας καὶ τῶν ἐνοικούντων οὐκ ἀπείρως ἔχοντας, βιασθῆναι δʼ οὖν καὶ τότε. ταύτας καλεῖσθαι μὲν ὑπὸ τῶν ναυτῶν Σατυρίδας, εἶναι δὲ τοὺς ἐνοικοῦντας καὶ καπυροὺς καὶ ἵππων οὐ πολὺ μείους ἔχειν ἐπὶ τοῖς ἰσχίοις οὐράς. τούτους ,…
Pausanias, Description of Greece
-
…τῆς μάχης Τισσαφέρνης μὲν εἰς Σάρδεις ἀπεχώρησε καταπεπληγμένος τὴν τόλμαν τῶν Λακεδαιμονίων, Ἀγησίλαος δʼ ἐπεχείρησε μὲν εἰς τὰς ἄνω σατραπείας, ἐν δὲ τοῖς ἱεροῖς οὐ δυνάμενος καλλιερῆσαι πάλιν ἀπήγαγε τὴν δύναμιν ἐπὶ θάλατταν. Ἀρταξέρξης δὲ ὁ τῆς Ἀσίας…
Diodorus Siculus, Library
-
…ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι ἢ πείρας αὐτῷ γενομένης μετατάξεσθαι πρὸς τοὺς προαφεστηκότας, εἴς τι τῶν ἄνω σατραπειῶν ἔσωζεν αὑτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δαῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν…
Flavius Josephus, Antiquities of the Jews
-
…, Ξέρξης δὲ ἥσθη τε τῇ ἐπιστολῇ καὶ ἀποστέλλει Ἀρτάβαζον τὸν Φαρνάκου ἐπὶ θάλασσαν καὶ κελεύει αὐτὸν τήν τε Δασκυλῖτιν σατραπείαν παραλαβεῖν Μεγαβάτην ἀπαλλάξαντα, ὃς πρότερον ἦρχε, καὶ παρὰ Παυσανίαν ἐς Βυζάντιον ἐπιστολὴν ἀντεπετίθει αὐτῷ ὡς τάχιστα διαπέμψαι καὶ…
Thucydides, The Peloponnesian War
-
…κατὰ τὴν Ἀσίαν συντελεσθέντα διέξιμεν. Δαρεῖος μὲν γὰρ ἡττηθεὶς ἐν τῇ περὶ Ἄρβηλα παρατάξει τὴν φυγὴν ἐπὶ τὰς ἄνω σατραπείας ἐποιήσατο, σπεύδων τῷ διαστήματι τῶν τόπων λαβεῖν ἀναστροφὴν καὶ χρόνον ἱκανὸν εἰς παρασκευὴν δυνάμεως. τὸ μὲν οὖν πρῶτον…
Diodorus Siculus, Library