τίπτε
τίπτε, why? (τί ποτε)
[τί ποτε.]
Before an aspirate τίφθʼ.
- 1
What ? : τίπτε με κεῖνος ἄνωγεν; Il. 24.90 : τίπτε σε χρεώ; Od. 1.225. Cf. Il. 10.85 : Od. 4.312 (for what purpose?).
With a sb. : τίπτʼ ἔτι μεῖζον μήσεαι ἔργον; Od. 11.474.
- 2
Why ? how ? Il. 1.202, Il. 2.323, Il. 4.243, Il. 6.254, Il. 7.24, Il. 8.447, etc. : Od. 2.363, Od. 4.681, Od. 5.87, Od. 9.403, Od. 10.378, Od. 11.93, etc.
- 1
-
…βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν · τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως, ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης ; δήμιον ἦ…
Homer, Odyssey
-
…ὁμὴ σορὸς ἀμφικαλύπτοι χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς · τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι ; αὐτὰρ ἐγώ τοι πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς…
Homer, Iliad
-
…πέτρης δνοφερὸν χέει ὕδωρ. τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα · τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην…
Homer, Iliad
-
…Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας · πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα · Ἥρη τίπτε βέβηκας ; ἀτυζομένῃ δὲ ἔοικας · ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. τὴν δʼ…
Homer, Iliad
-
…θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς, ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν · τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορήνδε κάλεσσας ; ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις ; τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός…
Homer, Iliad
-
…φθεγξάμενος · τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε · τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει ; τὸν δʼ…
Homer, Iliad
-
…Ἀθήνη οὐρανόθεν καταβᾶσα · δέμας δʼ ἤϊκτο γυναικί · στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε · τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν ; οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ…
Homer, Odyssey
-
…μάλʼ ἐόντα, καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν · οἵ σέ περ ἔβλαψαν · πρὶν δὲ φρένας αἰσίμη ἦσθα. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ…
Homer, Odyssey
-
…ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων, ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι · τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας αἰδοῖός τε φίλος τε ; πάρος γε μὲν οὔ τι θαμίζεις. αὔδα ὅ…
Homer, Odyssey
-
…πὰρ Μενέλαον ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς · τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα ; ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον…
Homer, Odyssey