τηλικοῦτος
τηλικοῦτος, of such an age, of such a magnitude
1. van zo een leeftijd, zó oud:
2. zo groot, van zo’n groot belang:
Strong 5082
*
1. of persons,
(a) of such an age, so old;
(b) so young.
2. Of things, so great: II Co 1:10, He 2:3, Ja 3:4, Re 16:18.†
-
…ἀκούσας εἶπον · ὦ Πρωταγόρα, τοῦτο μὲν οὐδὲν θαυμαστὸν λέγεις, ἀλλὰ εἰκός, ἐπεὶ κἂν σύ, καίπερ τηλικοῦτος ὢν καὶ οὕτως σοφός, εἴ τίς σε διδάξειεν ὃ μὴ τυγχάνοις ἐπιστάμενος, βελτίων ἂν γένοιο. ἀλλὰ μὴ…
Plato, Protagoras
-
…, ὦ Κρίτων, πλημμελὲς εἴη ἀγανακτεῖν τηλικοῦτον ὄντα εἰ δεῖ ἤδη τελευτᾶν. καὶ ἄλλοι, ὦ Σώκρατες, τηλικοῦτοι ἐν τοιαύταις συμφοραῖς ἁλίσκονται, ἀλλʼ οὐδὲν αὐτοὺς ἐπιλύεται ἡ ἡλικία τὸ μὴ οὐχὶ ἀγανακτεῖν τῇ παρούσῃ τύχῃ. ἔστι…
Plato, Crito
-
…πονηροτέρους ποιοῦντα ἑκόντα ἢ ἄκοντα ; ἑκόντα ἔγωγε. τί δῆτα, ὦ Μέλητε ; τοσοῦτον σὺ ἐμοῦ σοφώτερος εἶ τηλικούτου ὄντος τηλικόσδε ὤν, ὥστε σὺ μὲν ἔγνωκας ὅτι οἱ μὲν κακοὶ κακόν τι ἐργάζονται ἀεὶ τοὺς μάλιστα πλησίον ἑαυτῶν…
Plato, Apology
-
…συνειδότα ἐκείνοις, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέν οὐ γὰρ δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι, ὥστε περὶ τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πιστὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν, ἀλλʼ ἐδόκει αὐτοῖς…
Lysias, Speeches
-
…παρεστώσῃ συμφορᾷ, ὡς ῥᾳδίως αὐτὴν καὶ πρᾴως φέρεις. καὶ γὰρ ἄν, ὦ Κρίτων, πλημμελὲς εἴη ἀγανακτεῖν τηλικοῦτον ὄντα εἰ δεῖ ἤδη τελευτᾶν. καὶ ἄλλοι, ὦ Σώκρατες, τηλικοῦτοι ἐν τοιαύταις συμφοραῖς ἁλίσκονται, ἀλλʼ οὐδὲν…
Plato, Crito
-
…οὐκέτʼ εἰσορῶ. ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, καὶ ταῦτα τηλικοῦτος ; ἆρά σοι δοκεῖ χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ ; εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν ,…
Sophocles, Electra
-
…τὴν ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς ἐν τῷ κτείνειν ἀνάγκης ἔχοντες. καὶ πέρας οὐδεὶς τηλικούτου τολμήματος ἥττων εὑρέθη, πάντες δὲ διὰ τῶν οἰκειοτάτων διεξῆλθον, ἄθλιοι τῆς ἀνάγκης, οἷς αὐτοχειρὶ γυναῖκας τὰς αὑτῶν…
Flavius Josephus, Jewish War
-
…ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών. ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς · νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς. δράτω · φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών · τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου…
Sophocles, Antigone
-
…ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν ἀπὸ ποίας προθέσεως ἢ δυνάμεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔργοις. ἐπεὶ δʼ οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Καρχηδονίων πολιτεύματος πρόχειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγενημένη δύναμις…
Polybius, Histories
-
…ταῖς ἐπιστήμαις διαφωνεῖν · πᾶσαι γὰρ ἀγαθοῦ τινὸς ἐφιέμεναι καὶ τὸ ἐνδεὲς ἐπιζητοῦσαι παραλείπουσι τὴν γνῶσιν αὐτοῦ. καίτοι βοήθημα τηλικοῦτον τοὺς τεχνίτας ἅπαντας ἀγνοεῖν καὶ μηδʼ ἐπιζητεῖν οὐκ εὔλογον. ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης ἢ τέκτων πρὸς τὴν…
Aristotle, Nicomachean Ethics