φάρμακος
φάρμακος, poisoner, sorcerer, magician
- poisoner, sorcerer, magician, LXX Ex. 7.11 (masc.), Ma. 3.5 (fem.), Apoc. 21.8, 22.15.
-
…, ἀλλʼ ἀτεχνῶς ὁ λόγος ἡμῖν ὥσπερ ζῷον τὴν ἔξωθεν μὲν περιγραφὴν ἔοικεν ἱκανῶς ἔχειν, τὴν δὲ οἷον τοῖς φαρμάκοις καὶ τῇ συγκράσει τῶν χρωμάτων ἐνάργειαν οὐκ ἀπειληφέναι πω. γραφῆς δὲ καὶ συμπάσης χειρουργίας λέξει καὶ λόγῳ δηλοῦν πᾶν…
Plato, Statesman
-
…τοῖς ἄρχουσιν δὲ ἐπιμελὲς ἔστω μή τις ἀδικῇ τὸν τοιοῦτον τιμωρούμενος τῆς μηνύσεως ἕνεκα. ὅσα τις ἄλλος ἄλλον πημαίνει φαρμάκοις, τὰ μὲν θανάσιμα αὐτῶν διείρηται, τῶν δʼ ἄλλων πέρι βλάψεων, εἴτε τις ἄρα πώμασιν ἢ καὶ βρώμασιν…
Plato, Laws
-
…δʼ ὅς, ἐστίν ; καὶ ἐγὼ εἶπον ὅτι αὐτὸ μὲν εἴη φύλλον τι, ἐπῳδὴ δέ τις ἐπὶ τῷ φαρμάκῳ εἴη, ἣν εἰ μέν τις ἐπᾴδοι ἅμα καὶ χρῷτο αὐτῷ, παντάπασιν ὑγιᾶ ποιοῖ τὸ φάρμακον · ἄνευ δὲ…
Plato, Charmides
-
…. ἀλλὰ μὲν δὴ ἔχει, ἔφη · ἀλλὰ τί δή ; ὅτι ἀνάγκη αὐτοῖς, ἦν δʼ ἐγώ, φαρμάκοις πολλοῖς χρῆσθαι. ἰατρὸν δέ που μὴ δεομένοις μὲν σώμασι φαρμάκων, ἀλλὰ διαίτῃ ἐθελόντων ὑπακούειν, καὶ φαυλότερον ἐξαρκεῖν…
Plato, Republic
-
…ἕξις. οὕτω δὲ καὶ ἐν τῇ παιδείᾳ ἀπὸ ἑτέρας ἕξεως ἐπὶ τὴν ἀμείνω μεταβλητέον · ἀλλʼ ὁ μὲν ἰατρὸς φαρμάκοις μεταβάλλει, ὁ δὲ σοφιστὴς λόγοις. ἐπεὶ οὔ τί γε ψευδῆ δοξάζοντά τίς τινα ὕστερον ἀληθῆ ἐποίησε δοξάζειν ·…
Plato, Theaetetus
-
…, ὡς φάρμακον ὂν τοῦ κακοῦ τὸ ἀγαθόν, τὸ δὲ κακὸν νόσημα · νοσήματος δὲ μὴ ὄντος οὐδὲν δεῖ φαρμάκου. ἆρʼ οὕτω πέφυκέ τε καὶ φιλεῖται τἀγαθὸν διὰ τὸ κακὸν ὑφʼ ἡμῶν, τῶν μεταξὺ ὄντων τοῦ κακοῦ τε…
Plato, Lysis
-
…του πρὸς ὀφθαλμοὺς σκοπῆται, εἴτε χρὴ αὐτὸ ὑπαλείφεσθαι εἴτε μή, πότερον οἴει τότε εἶναι τὴν βουλὴν περὶ τοῦ φαρμάκου ἢ περὶ τῶν ὀφθαλμῶν ; περὶ τῶν ὀφθαλμῶν. οὐκοῦν καὶ ὅταν ἵππῳ χαλινὸν σκοπῆταί τις εἰ προσοιστέον ἢ μή…
Plato, Laches
-
…τῷ ψεύδει καὶ τῇ ἀπάτῃ κινδυνεύει ἡμῖν δεήσειν χρῆσθαι τοὺς ἄρχοντας ἐπʼ ὠφελίᾳ τῶν ἀρχομένων. ἔφαμεν δέ που ἐν φαρμάκου εἴδει πάντα τὰ τοιαῦτα χρήσιμα εἶναι. καὶ ὀρθῶς γε, ἔφη. ἐν τοῖς γάμοις τοίνυν καὶ παιδοποιίαις ἔοικε…
Plato, Republic
-
…ἤδη δοτέον εἴη τὸ τῆς κεφαλῆς φάρμακον · εἰ δʼ ἔτι τούτων ἐπιδεὴς εἶναι δοκεῖς, ἐπᾳστέον πρὸ τῆς τοῦ φαρμάκου δόσεως. αὐτὸς οὖν μοι εἰπὲ πότερον ὁμολογεῖς τῷδε καὶ φῂς ἱκανῶς ἤδη σωφροσύνης μετέχειν ἢ ἐνδεὴς εἶναι ; ἀνερυθριάσας…
Plato, Charmides
-
…. εἰ γὰρ ὀρθῶς ἐλέγομεν ἄρτι, καὶ τῷ ὄντι θεοῖσι μὲν ἄχρηστον ψεῦδος, ἀνθρώποις δὲ χρήσιμον ὡς ἐν φαρμάκου εἴδει, δῆλον ὅτι τό γε τοιοῦτον ἰατροῖς δοτέον, ἰδιώταις δὲ οὐχ ἁπτέον. δῆλον, ἔφη. τοῖς…
Plato, Republic