φυγάς
φυγάς, φυγάς, exile; runaway, fugitive
- one who flees from his country, either voluntarily, runaway, fugitive, or by legal sentence, exile, Hdt. 1.150, 3.138, etc.; ἐξεκηρύχθην φ. S. OC 430; ἐξελήλαμαι φ. ib. 1292; φ. πάσης τῆς χώρας X. HG 4.1.7; τῆς πατρίδος Pl. Alc. 2.145b; ἀνθρώπων Plu. Ant. 69; φ. τῆς τῶν ἐξελασάντων πονηρίας Th. 6.92; φ. ἐξ Ἤλιδος, ἐκ Λαρίσης, X. HG 3.2.29, 6.4.34; φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν A. Supp. 214; φ. ἐξ Ἀθηνῶν ὑπὸ Ἀθηναίων X. HG 1.5.19; φ. παρʼ ὑμῶν a deserter from . ., Id. Cyr. 6.3.11; ἔνθεν . . εἰμὶ φ. Id. An. 5.6.23; τοὺς δὲ φ. ἐντεῦθεν ἐποίησε Lys. 13.64, cf. X. HG 4.1.40; κατάγειν φυγάδας to restore them, Hdt. 5.31; φ. καθεῖναι, καταδέχεσθαι, X. HG 2.2.20, 5.2.10: prov., αἱ ἐλπίδες βόσκουσι φυγάδας E. Ph. 396; αἱ φ. πύλαι D.H. 1.46; μηδένα εἶναι . . ὑπερορίαν φυγάδα, is dub. in Pl. Lg. 855c.
- II of an army, put to flight, S. Ant. 108 (lyr.).
- Ione who flees from his country, a runaway, fugitive, a banished man, exile, refugee, Lat. exul, profugus, Hdt., Attic; φυγάδα ποιεῖν τινα Xen.; κατάγειν φυγάδας to recall them; etc.
- IIof an army, put to flight, Soph.
-
…ταῦτα ᾑρέθη πρεσβευτὴς εἰς Λακεδαίμονα αὐτοκράτωρ δέκατος αὐτός. Λύσανδρος δὲ τοῖς ἐφόροις ἔπεμψεν ἀγγελοῦντα μετʼ ἄλλων Λακεδαιμονίων Ἀριστοτέλην, φυγάδα Ἀθηναῖον ὄντα, ὅτι ἀποκρίναιτο Θηραμένει ἐκείνους κυρίους εἶναι εἰρήνης καὶ πολέμου. Θηραμένης δὲ καὶ οἱ ἄλλοι πρέσβεις ἐπεὶ…
Xenophon, Hellenica
-
…λαβόντα τοὺς ἄλλους πλὴν ὁπόσοι ἱκανοὶ ἦσαν τὰς ἀκροπόλεις φυλάττειν. ἐκάλεσε δὲ καὶ τοὺς Μίλητον πολιορκοῦντας, καὶ τοὺς φυγάδας ἐκέλευσε σὺν αὐτῷ στρατεύεσθαι, ὑποσχόμενος αὐτοῖς, εἰ καλῶς καταπράξειεν ἐφʼ ἃ ἐστρατεύετο, μὴ πρόσθεν παύσεσθαι πρὶν αὐτοὺς…
Xenophon, Anabasis
-
…εἰ δὲ μὴ ἄλλως γνωστὸν ὅτι ἀληθῆ λέγω, ὧδε ἐπισκέψασθε. πότερον οἴεσθε Θρασύβουλον καὶ Ἄνυτον καὶ τοὺς ἄλλους φυγάδας ἃ ἐγὼ λέγω μᾶλλον ἂν ἐνθάδε βούλεσθαι γίγνεσθαι ἢ ἃ οὗτοι πράττουσιν ; ἐγὼ μὲν γὰρ οἶμαι νῦν μὲν αὐτοὺς…
Xenophon, Hellenica
-
…Σμύρνην δὲ ὧδε ἀπέβαλον Αἰολέες. Κολοφωνίους ἄνδρας στάσι ἑσσωθέντας καὶ ἐκπεσόντας ἐκ τῆς πατρίδος ὑπεδέξαντο. μετὰ δὲ οἱ φυγάδες τῶν Κολοφωνίων φυλάξαντες τοὺς Σμυρναίους ὁρτὴν ἔξω τείχεος ποιευμένους Διονύσῳ, τὰς πύλας ἀποκληίσαντες ἔσχον τὴν πόλιν. βοηθησάντων δὲ…
Herodotus, The Histories
-
…, ἐφάνθης ποτʼ, ὦ χρυσέας ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ · ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων ὀξέα κλάζων ἀετὸς εἰς γᾶν ὣς…
Sophocles, Antigone
-
…ἔρχεται κάτω νεκροῖς. τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω, ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, τοῦτον…
Sophocles, Antigone
-
…παρʼ αἶσαν, ὕβριν δʼ ἑτοίμως στυγοῦντες, πέλοιτʼ ἂν ἔνδικοι γάμοις. ἔστι δὲ κἀκ πολέμου τειρομένοις βωμὸς ἀρῆς φυγάσιν ῥῦμα, δαιμόνων σέβας. εὖ δʼ εἴη Διόθεν παναληθῶς. Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη. παντᾷ τοι φλεγέθει…
Aeschylus, Suppliant Women
-
…τὸν Ἀχαιόν, ξένους ὄντας καὶ τούτους, ἐκέλευσεν ἄνδρας λαβόντας ἐλθεῖν ὅτι πλείστους, ὡς πολεμήσων Τισσαφέρνει σὺν τοῖς φυγάσι τοῖς Μιλησίων. καὶ ἐποίουν οὕτως οὗτοι. ἐπεὶ δʼ ἐδόκει ἤδη πορεύεσθαι αὐτῷ ἄνω, τὴν μὲν πρόφασιν ἐποιεῖτο…
Xenophon, Anabasis
-
…οἰκήτορας ἀποπέμπειν. οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπήκουσαν, ἀλλὰ στρατεύουσιν ἐπʼ αὐτοὺς οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες, καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες. προσκαθεζόμενοι δὲ τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους…
Thucydides, The Peloponnesian War
-
…ταῦτά τε τὰ βασίλεια καὶ τὴν Κελαινῶν ἀκρόπολιν. ἐνταῦθα ἔμεινε Κῦρος ἡμέρας τριάκοντα · καὶ ἧκε Κλέαρχος ὁ Λακεδαιμόνιος φυγὰς ἔχων ὁπλίτας χιλίους καὶ πελταστὰς Θρᾷκας ὀκτακοσίους καὶ τοξότας Κρῆτας διακοσίους. ἅμα δὲ καὶ Σῶσις παρῆν ὁ Συρακόσιος ἔχων…
Xenophon, Anabasis