ἀσεβής
ἀσεβής, ἀσεβής, ungodly, unholy
- ungodly, unholy, profane, sacrilegious, opp. εὐσεβής, Pi. Fr. 132.1, A. Supp. 9 (anap.); τὸν ἀσεβῆ, of Oedipus, S. OT 1382, 1441; σκοπῶν τί ἀ. X. Mem. 1.1.16: c. gen., θεῶν ἀσεβής against them, Paus. 4.8.1; ἀσεβέστεροι περὶ θεούς X. Cyr. 8.8.27; πρὸς ἀλλοτρίους J. BJ 5.10.5. Adv. -βῶς, Sup. -έστατα D.C. 79.9.
1 de pers. que comete o ha cometido impiedad contra la divinidad o algo sagrado, impío
(οἱ Πέρσαι) ἀσεβεῖς περὶ θεούς
ὅταν ἐξ ἀνδρὸς ... θεοσεβοῦς ἀ. γίγνηται
ἄνθρωποι
οὗτός ἐστ' ἀ. καὶ μιαρός
θεῶν ἀσεβεῖς ὅσοι Δωριεῦσι πατρῷοι
impíos para con los dioses patrios de los dorios
• muy frec. en lit. crist.
ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς
ἧττον ἀσεβεῖς ... πρὸς ἀλλοτρίους
ἡμεῖς οὖν γενώμεθα ἐκ τῶν εὐχαριστούντων ... καὶ μὴ ἐκ τῶν κρινομένων ἀσεβῶν
• subst. masc. ὁ ἀ. el impío (de Edipo), S.OT 1382, 1441, OC 823,
τῶν ἀσεβῶν ... ἀσεβέστατος
ὁ δίκαιος καὶ ὁ ἀ.
οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων
ὁδοὶ ἀσεβῶν
2 de abstr. y n. de acción que comporta impiedad, impío
θάνατος
διάνοια
βίος
λόγοι
ἔργον
ζῆλος ἄδικος καὶ ἀ.
• neutr. plu. subst. cosas impías
μήθ' ἕρδειν μήτε λέγειν ἀσεβῆ
δεινὰ καὶ ἀσεβῆ ἐργάσασθαι
• sg. la impiedad op.
τὸ εὐσεβές
• neutr. plu. sup. como adv.
αὐτὴν ἀσεβέστατα ᾔσχυνεν
3 adv. -ῶς impíamente
ἐκείνῳ ἀ. ἐπεβούλευσαν
τὸν δεῖνα καρπίσασθε τὸν πονοῦντα καρδίαν, ἕνεκεν τῆς δεῖνα, τῆς ἀσεβοῦς καὶ ἀνοσίας
beneficiad a fulano, que sufre en su corazón a causa de fulana, la impía y sacrílega
ἐπικαλοῦμαι ὑμᾶς, ... μεγάλους θεούς, τοὺς λαμπυριζομένους ἐν τῇ ἄρτι ὥρᾳ ... χάριν τῆς ἀσεβοῦς δεῖνα
os invoco a vosotros, grandes dioses, los que brilláis en esta hora, por tal impía
- ungodly, godless, unholy, profane, Soph.: τὸ ἀσεβές ἀσέβεια, Xen.
-
…ὦ ἄνδρες δικασταί. τοιαύτην γὰρ γνώμην ἔχω · ἐπὶ μὲν τῇ τούτου ὠφελείᾳ καὶ πρὸς ἕτερον περὶ τούτου διαλέγεσθαι ἀσεβὲς εἶναι νομίζω, ἐπὶ δὲ τῇ τούτου βλάβῃ καὶ πρὸς αὐτὸν τοῦτον ὅσιον καὶ εὐσεβές. ἀνάβηθι οὖν μοι καὶ…
Lysias, Speeches
-
…βασιλεῦ βασιλεῦ, πῶς σε δακρύσω ; φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω ; κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον δολίῳ μόρῳ δαμεὶς ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. οὔτʼ ἀνελεύθερον οἶμαι…
Aeschylus, Agamemnon
-
…τῶν ὁ παντλήμων ἐγὼ κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου. τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους…
Sophocles, Oedipus Tyrannus
-
…πλησίον παρὼν ὁρᾷ. καὶ ποῦ ʼστιν ; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς. παρʼ ἐμοί · σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς. λάζυσθε · καταφρονεῖ με καὶ Θήβας ὅδε. αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν…
Euripides, Bacchae
-
…λιποῦσαι χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν ψήφῳ πόλεως γνωσθεῖσαν, ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ γάμον Αἰγύπτου παίδων ἀσεβῆ ʼξονοταζόμεναι. Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος καὶ στασίαρχος τάδε πεσσονομῶν κύδιστʼ ἀχέων ἐπέκρανε, φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον…
Aeschylus, Suppliant Women
-
…. ., ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας ἀτέκνους κλαύσω πολεμάρχους ; οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν καὶ πολυνεικεῖς ὤλοντʼ ἀσεβεῖ διανοίᾳ. ὦ μέλαινα καὶ τελεία γένεος Οἰδίπου τʼ ἀρά, κακόν με καρδίαν τι περιπίτνει κρύος. ἔτευξα τύμβῳ…
Aeschylus, Seven Against Thebes
-
…, ἀλλὰ βούλομαι καὶ τοῦτο ἐπιδεῖξαι, ὅτι οὗτοι οὐ μόνον εἰσὶ περὶ ἀνθρώπους ἀδικώτατοι, ἀλλὰ καὶ περὶ θεοὺς ἀσεβέστατοι. ὑμῶν μέντοι, ἔφη, ὦ ἄνδρες καλοὶ κἀγαθοί, θαυμάζω, εἰ μὴ βοηθήσετε ὑμῖν αὐτοῖς, καὶ…
Xenophon, Hellenica
-
…βασιλεῦ βασιλεῦ, πῶς σε δακρύσω ; φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω ; κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον δολίῳ μόρῳ δαμεὶς ; δάμαρτος ; ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ .…
Aeschylus, Agamemnon
-
…τοῦ θεοῦ πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέον. ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις, τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι. οὕτως ἐλέχθη ταῦθʼ · ὅμως δʼ ἵνʼ ἕσταμεν χρείας, ἄμεινον ἐκμαθεῖν τί δραστέον. οὕτως ἄρʼ…
Sophocles, Oedipus Tyrannus
-
…νομοθέτην. μετὰ τὸ προοίμιον τοίνυν λόγος οἷος ἂν τῶν νόμων ἑρμηνεὺς ὀρθῶς γίγνοιτο ἡμῖν, προαγορεύων ἐξίστασθαι πᾶσι τοῖς ἀσεβέσι τρόπων τῶν αὑτῶν εἰς τοὺς εὐσεβεῖς. τοῖς δὲ μὴ πειθομένοις ἀσεβείας ὅδε ἔστω πέρι νόμος · ἐάν τις ἀσεβῇ…
Plato, Laws